Comparison
Psalms 79
Douay-Rheims and Septuagint (Sixtine edition, 1587), verse by verse.
| Douay-Rheims | Septuagint (Sixtine edition, 1587) | |
|---|---|---|
| 1 | Unto the end, for them that shall he changed, a testimony for Asaph, a psalm. | Εἰς τὸ τέλος, ὑπὲρ τῶν ἀλλοιωθησομένων, μαρτύριον τῷ Ἀσὰφ, ψαλμὸς ὑπὲρ τοῦ Ἀσσυρίου. |
| 2 | Give ear, O thou that rulest Israel: thou that leadest Joseph like a sheep. Thou that sittest upon the cherubims, shine forth | Ὁ Ποιμαίνων τὸν Ἰσραὴλ πρόσχες, ὁ ὁδηγῶν ὡσεὶ πρόβατα τὸν Ἰωσήφ· ὁ καθήμενος ἐπὶ τῶν χερουβὶμ ἐμφάνηθι, |
| 3 | Before Ephraim, Benjamin, and Manasses. Stir up thy might, and come to save us. | ἐναντίον Ἐφραὶμ καὶ Βενιαμὶν καὶ Μανασσῆ· ἐξέγειρον τὴν δυναστείαν σου καὶ ἐλθὲ εἰς τὸ σῶσαι ἡμᾶς. |
| 4 | Convert us, O God: and shew us thy face, and we shall be saved. | Ὁ Θεὸς ἐπίστρεψον ἡμᾶς, καὶ ἐπίφανον τὸ πρόσωπόν σου, καὶ σωθησόμεθα. |
| 5 | O Lord God of hosts, how long wilt thou be angry against the prayer of thy servant? | Κύριε ὁ Θεὸς τῶν δυνάμεων, ἕως πότε ὀργίζῃ ἐπὶ τὴν προσευχὴν τοῦ δούλου σου; |
| 6 | How long wilt thou feed us with the bread of tears: and give us for our drink tears in measure? | Ψωμιεῖς ἡμᾶς ἄρτον δακρύων, καὶ ποτιεῖς ἡμᾶς ἐν δάκρυσιν ἐν μέτρῳ. |
| 7 | Thou hast made us to be a contradiction to our neighbours: and our enemies have scoffed at us. | Ἔθου ἡμᾶς εἰς ἀντιλογίαν τοῖς γείτοσιν ἡμῶν, καὶ οἱ ἐχθροὶ ἡμῶν ἐμυκτήρισαν ἡμᾶς. |
| 8 | O God of hosts, convert us: and shew thy face, and we shall be saved. | Κύριε ὁ Θεὸς τῶν δυνάμεων ἐπίστρεψον ἡμᾶς, καὶ ἐπίφανον τὸ πρόσωπόν σου, καὶ σωθησόμεθα· διάψαλμα. |
| 9 | Thou hast brought a vineyard out of Egypt: thou hast cast cut the Gentiles and planted it. | Ἄμπελον ἐξ Αἰγύπτου μετῇρας, ἐξέβαλες ἔθνη καὶ κατεφύτευσας αὐτήν. |
| 10 | Thou wast the guide of its journey in its sight: thou plantedst the roots thereof, and it filled the land. | Ὡδοποίησας ἔμπροσθεν αὐτῆς, καὶ κατεφύτευσας τὰς ῥίζας αὐτῆς, καὶ ἐπλήσθη ἡ γῆ. |
| 11 | The shadow of it covered the hills: and the branches thereof the cedars of God. | Ἐκάλυψεν ὄρη ἡ σκιὰ αὐτῆς, καὶ αἱ ἀναδενδράδες αὐτῆς τὰς κέδρους τοῦ Θεοῦ. |
| 12 | It stretched forth its branches unto the sea, and its boughs unto the river. | Ἐξέτεινε τὰ κλήματα αὐτῆς ἕως θαλάσσης, καὶ ἕως ποταμοῦ τὰς παραφυάδας αὐτῆς. |
| 13 | Why hast thou broken down the hedge thereof, so that all they who pass by the way do pluck it? | Ἱνατί καθεῖλες τὸν φραγμὸν αὐτῆς, καὶ τρυγῶσιν αὐτὴν πάντες οἱ παραπορευόμενοι τὴν ὁδόν; |
| 14 | The boar out of the wood hath laid it waste: and a singular wild beast hath devoured it. | Ἐλυμῄνατο αὐτὴν σῦς ἐκ δρυμοῦ, καὶ μονιὸς ἄγριος κατενεμήσατο αὐτήν. |
| 15 | Turn again, O God of hosts, look down from heaven, and see, and visit this vineyard: | Ὁ Θεὸς τῶν δυνάμεων ἐπίστρεψον δὴ, ἐπίβλεψον ἐξ οὐρανοῦ καὶ ἴδε, καὶ ἐπίσκεψαι τὴν ἄμπελον ταύτην· |
| 16 | And perfect the same which thy right hand hath planted: and upon the son of man whom thou hast confirmed for thyself. | Καὶ κατάρτισαι αὐτὴν, ἣν ἐφύτευσεν ἡ δεξιά σου, καὶ ἐπὶ υἱὸν ἀνθρώπου ὃν ἐκραταίωσας σεαυτῷ. |
| 17 | Things set on fire and dug down shall perish at the rebuke of thy countenance. | Ἐμπεπυρισμένη πυρὶ καὶ ἀνεσκαμμένη· ἀπὸ ἐπιτιμήσεως τοῦ προσώπου σου ἀπολοῦνται. |
| 18 | Let thy hand be upon the man of thy right hand: and upon the son of man whom thou hast confirmed for thyself. | Γενηθήτω ἡ χείρ σου ἐπʼ ἄνδρα δεξιᾶς σου, καὶ ἐπὶ υἱὸν ἀνθρώπου, ὃν ἐκραταίωσας σεαυτῷ. |
| 19 | And we depart not from thee, thou shalt quicken us: and we will call upon thy name. | Καὶ οὐ μὴ ἀποστῶμεν ἀπὸ σοῦ, ζωώσεις ἡμᾶς, καὶ τὸ ὄνομά σου ἐπικαλεσόμεθα. |
| 20 | O Lord God of hosts, convert us: and shew thy face, and we shall be saved. | Κύριε ὁ Θεὸς τῶν δυνάμεων ἐπίστρεψον ἡμᾶς, καὶ ἐπίφανον τὸ πρόσωπόν σου, καὶ σωθησόμεθα. |
