Comparison
Psalms 148
Douay-Rheims and Septuagint (Sixtine edition, 1587), verse by verse.
| Douay-Rheims | Septuagint (Sixtine edition, 1587) | |
|---|---|---|
| 1 | Praise ye the Lord from the heavens: praise ye him in the high places. | Ἀλληλούϊα· Ἀγγαίου καὶ Ζαχαρίου. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν, αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. |
| 2 | Praise ye him, all his angels: praise ye him, all his hosts. | Αἰνεῖτε αὐτόν πάντες οἱ ἄγγελοι αὐτοῦ, αἰνεῖτε αὐτόν πᾶσαι αἱ δυνάμεις αὐτοῦ. |
| 3 | Praise ye him, O sun and moon: praise him, all ye stars and light. | Αἰνεῖτε αὐτόν ἥλιος καὶ σελήνη, αἰνεῖτε αὐτόν πάντα τὰ ἄστρα καὶ τὸ φῶς. |
| 4 | Praise him, ye heavens of heavens: and let all the waters that are above the heavens | Αἰνεῖτε αὐτόν οἱ οὐρανοὶ τῶν οὐρανῶν, καὶ τὸ ὕδωρ τὸ ὑπεράνω τῶν οὐρανῶν. |
| 5 | Praise the name of the Lord. For he spoke, and they were made: he commanded, and they were created. | Αἰνεσάτωσαν τὸ ὄνομα Κυρίου· ὅτι αὐτὸς εἶπεν καὶ ἐγενήθησαν, αὐτὸς ἐνετείλατο καὶ ἐκτίσθησαν. |
| 6 | He hath established them for ever, and for ages of ages: he hath made a decree, and it shall not pass away. | Ἔστησεν αὐτὰ εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· πρόσταγμα ἔθετο, καὶ οὐ παρελεύσεται. |
| 7 | Praise the Lord from the earth, ye dragons, and all ye deeps: | Αἰνεῖτε τὸν Κύριον ἐκ τῆς γῆς, δράκοντες καὶ πᾶσαι ἄβυσσοι· |
| 8 | Fire, hail, snow, ice, stormy winds which fulfill his word: | Πῦρ, χάλαζα, χιὼν, κρύσταλλος, πνεῦμα καταιγίδος, τὰ ποιοῦντα τὸν λόγον αὐτοῦ· |
| 9 | Mountains and all hills, fruitful trees and all cedars: | Τὰ ὄρη καὶ πάντες βουνοί, ξύλα καρποφόρα καὶ πᾶσαι κέδροι· |
| 10 | Beasts and all cattle: serpents and feathered fowls: | Τὰ θηρία καὶ πάντα τὰ κτήνη, ἑρπετὰ καὶ πετεινὰ πτερωτά· |
| 11 | Kings of the earth and all people: princes and all judges of the earth: | Βασιλεῖς τῆς γῆς καὶ πάντες λαοί, ἄρχοντες καὶ πάντες κριταὶ γῆς· |
| 12 | Young men and maidens: let the old with the younger, praise the name of the Lord: | Νεανίσκοι καὶ παρθένοι, πρεσβύται μετὰ νεωτέρων |
| 13 | For his name alone is exalted. | αἰνεσάτωσαν τὸ ὄνομα Κυρίου, ὅτι ὑψώθη τὸ ὄνομα αὐτοῦ μόνου· ἡ ἐξομολόγησις αὐτοῦ ἐπὶ γῆς καὶ οὐρανοῦ, |
| 14 | The praise of him is above heaven and earth: and he hath exalted the horn of his people. A hymn to all his saints: to the children of Israel, a people approaching to him. Alleluia. | καὶ ὑψώσει κέρας λαοῦ αὐτοῦ· ὕμονς πᾶσι τοῖς ὁσίοις αὐτοῦ, τοῖς υἱοῖς Ἰσραήλ, λαῷ ἐγγίζοντι αὐτῷ. |
