Comparison
Psalms 34
Douay-Rheims and Septuagint (Sixtine edition, 1587), verse by verse.
| Douay-Rheims | Septuagint (Sixtine edition, 1587) | |
|---|---|---|
| 1 | For David himself. Judge thou, O Lord, them that wrong me: overthrow them that fight against me. | Τῷ Δαυίδ. Δικάσον, Κύριε, τοὺς ἀδικοῦντάς με, πολέμησον τοὺς πολεμοῦντάς με. |
| 2 | Take hold of arms and shield: and rise up to help me. | Ἐπιλαβοῦ ὅπλου καὶ θυρεοῦ, καὶ ἀνάστηθι εἰς βοήθειάν μοι. |
| 3 | Bring out the sword, and shut up the way against them that persecute me: say to my soul: I am thy salvation. | Ἔκχεον ῥομφαίαν, καὶ σύγκλεισον ἐξεναντίας τῶν καταδιωκόντων με· εἰπὸν τῇ ψυχῇ μου, σωτηρία σου ἐγώ εἰμι. |
| 4 | Let them be confounded and ashamed that seek after my soul. Let them be turned back and be confounded that devise against me. | Αἰσχυνθείησαν καὶ ἐντραπείησαν οἱ ζητοῦντες τὴν ψυχήν μου, ἀποστραφείησαν εἰς τὰ ὀπίσω, καὶ καταισχυνθείησαν οἱ λογιζόμενοί μοι κακά. |
| 5 | Let them become as dust before the wind: and let the angel of the Lord straiten them. | Γενηθήτωσαν ὡσεὶ χοῦς κατὰ πρόσωπον ἀνέμου, καὶ ἄγγελος Κυρίου ἐκθλίβων αὐτούς. |
| 6 | Let their way become dark and slippery; and let the angel of the Lord pursue them. | Γενηθήτω ἡ ὁδὸς αὐτῶν σκότος καὶ ὀλίσθημα, καὶ ἄγγελος Κυρίου καταδιώκων αὐτούς. |
| 7 | For without cause they have hidden their net for me unto destruction: without cause they have upbraided my soul. | Ὅτι δωρεὰν ἔκρυψάν μοι διαφθορὰν παγίδος αὐτῶν, μάτην ὠνείδισαν τὴν ψυχήν μου. |
| 8 | Let the snare which he knoweth not come upon him: and let the net which he hath hidden catch him: and let the net which he hath hidden catch him: and into that very snare let them fall. | Ἐλθέτω αὐτοῖς παγὶς ἣν οὐ γινώσκουσι, καὶ ἡ θήρα ἣν ἔκρυψαν, συλλαβέτω αὐτοὺς, καὶ ἐν τῇ παγίδι πεσοῦνται ἐν αὐτῇ. |
| 9 | But my soul shall rejoice in the Lord; and shall be delighted in his salvation. | Ἡ δὲ ψυχή μου ἀγαλλιάσεται ἐπὶ τῷ Κυρίῳ, τερφθήσεται ἐπὶ τῷ σωτηρίῳ αὐτοῦ. |
| 10 | All my bones shall say: Lord, who is like to thee? Who deliverest the poor from the hand of them that are stronger than he; the needy and the poor from them that strip him. | Πάντα τὰ ὀστᾶ μου ἐροῦσι, Κύριε τίς ὅμοιός σοι; ῥυόμενος πτωχὸν ἐκ χειρὸς στερεωτέρων αὐτοῦ, καὶ πτωχὸν καὶ πένητα ἀπὸ τῶν διαρπαζόντων αὐτόν. |
| 11 | Unjust witnesses rising up have asked me things I knew not. | Ἀναστάντες μάρτυρες ἄδικοι, ἃ οὐκ ἐγίνωσκον, ἐπηρώτων με. |
| 12 | They repaid me evil for good: to the depriving me of my soul. | Ἀνταπεδίδοσάν μοι πονηρὰ ἀντὶ καλῶν, καὶ ἀτεκνίαν τῇ ψυχῇ μου. |
| 13 | But as for me, when they were troublesome to me, I was clothed with haircloth. I humbled my soul with fasting; and my prayer shall be turned into my bosom. | Ἐγὼ δὲ ἐν τῷ αὐτοὺς παρενοχλεῖν μοι, ἐνεδυόμην σάκκον· καὶ ἐταπείνουν ἐν νηστείᾳ τὴν ψυχήν μου, καὶ ἡ προσευχή μου εἰς κόλπον μου ἀποστραφήσεται. |
| 14 | As a neighbour and as an own brother, so did I please: as one mourning and sorrowful so was I humbled. | Ὡς πλησίον ὡς ἀδελφὸν ἡμέτερον οὕτως εὐηρέστουν, ὡς πενθῶν καὶ σκυθρωπάξων οὕτως ἐταπεινούμην. |
| 15 | But they rejoiced against me, and came together: scourges were gathered together upon me, and I knew not. | Καὶ κατʼ ἐμοῦ εὐφράνθησαν, καὶ συνήχθησαν, συνήχθησαν ἐπʼ ἐμὲ μάστιγες καὶ οὐκ ἔγνων· διεσχίσθησαν καὶ οὐ κατενύγησαν. |
| 16 | They were separated, and repented not: they tempted me, they scoffed at me with scorn: they gnashed upon me with their teeth. | Ἐπείρασάν με, ἐξεμυκτήρισάν με μυκτηρισμὸν, ἔβρυξαν ἐπʼ ἐμὲ τοὺς ὀδόντας αὐτῶν. |
| 17 | Lord, when wilt thou look upon me? rescue thou soul from their malice: my only one from the lions. | Κύριε πότε ἐπόψῃ; ἀποκατάστησον τὴν ψυχήν μου ἀπὸ τῆς κακουργίας αὐτῶν, ἀπὸ λεόντων τὴν μονογενῆ μου. |
| 18 | I will give thanks to thee in a great church; I will praise thee in a strong people. | Ἐξομολογήσομαί σοι καὶ ἐν ἐκκλησίᾳ πολλῇ, ἐν λαῷ βαρεῖ αἰνέσω σε. |
| 19 | Let not them that are my enemies wrongfully rejoice over me: who have hated me without cause, and wink with the eyes. | Μὴ ἐπιχαρείησάν μοι οἱ ἐχθραίνοντές μοι ματαίως, οἱ μισοῦντές με δωρεὰν, καὶ διανεύοντες ὀφθαλμοῖς. |
| 20 | For they spoke indeed peaceably to me; and speaking in the anger of the earth they devised guile. | Ὅτι ἐμοὶ μὲν εἰρηνικὰ ἐλάλουν, καὶ ἐπʼ ὀργῇ δόλους διελογίζοντο. |
| 21 | And they opened their mouth wide against me; they said: Well done, well done, our eyes have seen it. | Καὶ ἐπλάτυναν ἐπʼ ἐμὲ τὸ στόμα αὐτῶν, εἶπαν, εὖγε, εὖγε, εἶδον οἱ ὀφθαλμοὶ ἡμῶν. |
| 22 | Thou hast seen, O Lord, be not thou silent: O Lord, depart not from me. | Εἶδες Κύριε, μὴ παρασιωπήσῃς, Κύριε μὴ ἀποστῇς ἀπʼ ἐμοῦ. |
| 23 | Arise, and be attentive to my judgment: to my cause, my God, and my Lord. | Ἐξεγέρθητι Κύριε, καὶ πρόσχες τῇ κρίσει μου, ὁ Θεός μου καὶ ὁ Κύριός μου εἰς τὴν δίκην μου. |
| 24 | Judge me, O Lord my God according to thy justice, and let them not rejoice over me. | Κρῖνόν με Κύριε κατὰ τὴν δικαιοσύνην σου Κύριε ὁ Θεός μου, καὶ μὴ ἐπιχαρείησάν μοι. |
| 25 | Let them not say in their hearts: It is well, it is well, to our mind: neither let them say: We have swallowed him up. | Μὴ εἴποισαν ἐν καρδίαις αὐτῶν, εὖγε, εὖγε τῇ ψυχῇ ἡμῶν· μηδὲ εἴποιεν, κατεπίομεν αὐτόν. |
| 26 | Let them blush: and be ashamed together, who rejoice at my evils. Let them be clothed with confusion and shame, who speak great things against me. | Αἰσχυνθείησαν καὶ ἐντραπείησαν ἅμα οἱ ἐπιχαίροντες τοῖς κακοῖς μου· ἐνδυσάσθωσαν αἰσχύνην καὶ ἐντροπὴν οἱ μεγαλοῤῥημονοῦντες ἐπʼ ἐμέ. |
| 27 | Let them rejoice and be glad, who are well pleased with my justice, and let them say always: The Lord be magnified, who delights in the peace of his servant. | Ἀγαλλιάσαιντο καὶ εὐφρανθείησαν οἱ θέλοντες τὴν δικαιοσύνην μου, καὶ εἰπάτωσαν διαπαντὸς, μεγαλυνθείη ὁ Κύριος, οἱ θέλοντες τὴν εἰρήνην τοῦ δούλου αὐτοῦ. |
| 28 | Any my tongue shall meditate thy justice, thy praise all the day long. | Καὶ ἡ γλῶσσά μου μελετήσει τὴν δικαιοσύνην σου, ὅλην τὴν ἡμέραν τὸν ἔπαινόν σου. |
