Comparison
Psalms 53
Douay-Rheims and Septuagint (Sixtine edition, 1587), verse by verse.
| Douay-Rheims | Septuagint (Sixtine edition, 1587) | |
|---|---|---|
| 1 | Unto the end, In verses, understanding for David. | Εἰς τὸ τέλος, ἐν ὕμνοις συνέσεως τῷ Δαυὶδ, |
| 2 | When the men of Ziph had come and said to Saul: Is not David hidden with us? | ἐν τῷ ἐλθεῖν τοὺς Ζειφαίους, καὶ εἰπεῖν τῷ Σαοὺλ, οὐκ ἰδοὺ Δαυὶδ κέκρυπται παρʼ ἡμῖν; |
| 3 | Save me, O God, by thy name, and judge me in thy strength. | Ὁ Θεὸς ἐν τῷ ὀνόματί σου σῶσόν με, καὶ ἐν τῇ δυνάμει σου κρῖνόν με. |
| 4 | O God, hear my prayer: give ear to the words of my mouth. | Ὁ Θεὸς εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὰ ῥήματα τοῦ στόματός μου. |
| 5 | For strangers have risen up against me; and the mighty have sought after my soul: and they have not set God before their eyes. | Ὅτι ἀλλότριοι ἐπανέστησαν ἐπʼ ἐμὲ, καὶ κραταιοὶ ἐζήτησαν τὴν ψυχήν μου, οὐ προέθεντο τὸν Θεὸν ἐνώπιον αὐτῶν· διάψαλμα. |
| 6 | For behold God is my helper: and the Lord is the protector of my soul. | Ἰδοὺ γὰρ ὁ Θεὸς βοηθεῖ μοι, καὶ ὁ Κύριος ἀντιλήπτωρ τῆς ψυχῆς μου. |
| 7 | Turn back the evils upon my enemies; and cut them off in thy truth. | Ἀποστρέψει τὰ κακὰ τοῖς ἐχθροῖς μου, ἐν τῇ ἀληθείᾳ σου ἐξολόθρευσον αὐτούς. |
| 8 | I will freely sacrifice to thee, and will give praise, O God, to thy name: because it is good: | Ἑκουσίως θύσω σοι, ἐξομολογήσομαι τῷ ὀνόματί σου Κύριε, ὅτι ἀγαθόν. |
| 9 | For thou hast delivered me out of all trouble: and my eye hath looked down upon my enemies. | Ὅτι ἐκ πάσης θλίψεως ἐῤῥύσω με, καὶ ἐν τοῖς ἐχθροῖς μου ἐπεῖδεν ὁ ὀφθαλμός μου. |
