Comparison
Psalms 73
Douay-Rheims and Septuagint (Sixtine edition, 1587), verse by verse.
| Douay-Rheims | Septuagint (Sixtine edition, 1587) | |
|---|---|---|
| 1 | Understanding for Asaph. O God, why hast thou cast us off unto the end: why is thy wrath enkindled against the sheep of thy pasture? | Συνέσεως τῷ Ἀσάφ. Ἱνατί ἀπόσω ὁ Θεὸς εἰς τέλος; ὠργίσθη ὁ θυμός σου ἐπὶ πρόβατα νομῆς σου; |
| 2 | Remember thy congregation, which thou hast possessed from the beginning. The sceptre of thy inheritance which thou hast redeemed: mount Sion in which thou hast dwelt. | Μνήσθητι τῆς συναγωγῆς σου ἧς ἐκτήσω ἀπʼ ἀρχῆς· ἐλυτρώσω ῥάβδον κληρονομίας σου· ὄρος Σιὼν τοῦτο ὃ κατεσκήνωσας ἐν αὐτῷ. |
| 3 | Lift up thy hands against their pride unto the end; see what things the enemy hath done wickedly in the sanctuary. | Ἔπαρον τὰς χεῖράς σου ἐπὶ τὰς ὑπερηφανίας αὐτῶν εἰς τέλος· ὅσα ἐπονηρεύσατο ὁ ἐχθρὸς ἐν τοῖς ἁγίοις σου. |
| 4 | And they that hate thee have made their boasts, in the midst of thy solemnity. They have set up their ensigns for signs, | Καὶ ἐνεκαυχήσαντο οἱ μισοῦντές σε ἐν μέσῳ τῆς ἑορτῆς σου· |
| 5 | And they knew not both in the going out and on the highest top. As with axes in a wood of trees, | ἔθεντο τὰ σημεῖα αὐτῶν σημεῖα, καὶ οὐκ ἔγνωσαν, ὡς εἰς τὴν εἴσοδον ὑπεράνω· ὡς ἐν δρυμῷ ξύλων ἀξίναις ἐξέκοψαν |
| 6 | They have cut down at once the gates thereof, with axe and hatchet they have brought it down. | τὰς θύρας αὐτῆς ἐπιτοαυτὸ, ἐν πελέκει καὶ λαξευτηρίῳ κατέῤῥαξαν αὐτήν. |
| 7 | They have set fire to thy sanctuary: they have defiled the dwelling place of thy name on the earth. | Ἐνεπύρισαν ἐν πυρὶ τὸ ἁγιαστήριόν σου εἰς τὴν γῆν, ἐβεβήλωσαν τὸ σκήνωμα τοῦ ὀνόματός σου. |
| 8 | They said in their heart, the whole kindred of them together: Let us abolish all the festival days of God from the land. | Εἶπαν ἐν τῇ καρδίᾳ αὐτῶν, ἡ συγγένεια αὐτῶν ἐπιτοαυτὸ, δεῦτε, καταπαύσωμεν τὰς ἑορτὰς Κυρίου ἀπὸ τῆς γῆς. |
| 9 | Our signs we have not seen, there is now no prophet: and he will know us no more. | Τὰ σημεῖα ἡμῶν οὐκ εἴδομεν, οὐκ ἔστιν ἔτι προφήτης, καὶ ἡμᾶς οὐ γνώσεται ἔτι. |
| 10 | How long, O God, shall the enemy reproach: is the adversary to provoke thy name for ever? | Ἕως πότε ὁ Θεὸς, ὀνειδιεῖ ὁ ἐχθρὸς, παροξυνεῖ ὁ ὑπεναντίος τὸ ὄνομά σου εἰς τέλος; |
| 11 | Why dost thou turn away thy hand: and thy right hand out of the midst of thy bosom for ever? | Ἱνατί ἀποστρέφεις τὴν χεῖρά σου, καὶ τὴν δεξιάν σου ἐκ μέσου τοῦ κόλπου σου εἰς τέλος; |
| 12 | But God is our king before ages: he hath wrought salvation in the midst of the earth. | Ὁ δὲ Θεὸς βασιλεὺς ἡμῶν πρὸ αἰῶνος, εἰργάσατο σωτηρίαν ἐν μέσῳ τῆς γῆς. |
| 13 | Thou by thy strength didst make the sea firm: thou didst crush the heads of the dragons in the waters. | Σὺ ἐκραταίωσας ἐν τῇ δυνάμει σου τὴν θάλασσαν, σὺ συνέτριψας τὰς κεφαλὰς τῶν δρακόντων ἐπὶ τοῦ ὕδατος. Σὺ συνέτριψας τὰς κεφαλὰς τοῦ δράκοντος, |
| 14 | Thou hast broken the heads of the dragon: thou hast given him to be meat for the people of the Ethiopians. | ἔδωκας αὐτὸν βρῶμα λαοῖς τοῖς Αἰθίοψι. |
| 15 | Thou hast broken up the fountains and the torrents: thou hast dried up the Ethan rivers. | Σὺ διέῤῥηξας πηγὰς καὶ χειμάῤῥους, σὺ ἐξήρανας ποταμοὺς ἠθάμ. |
| 16 | Thine is the day, and thine is the night: thou hast made the morning light and the sun. | Σή ἐστιν ἡ ἡμέρα, καὶ σή ἐστιν ἡ νὺξ, σὺ κατηρτίσω ἥλιον καὶ σελήνην. |
| 17 | Thou hast made all the borders of the earth: the summer and the spring were formed by thee. | Σὺ ἐποίησας πάντα τὰ ὅρια τῆς γῆς, θέρος καὶ ἔαρ σὺ ἐποίησας. |
| 18 | Remember this, the enemy hath reproached the Lord: and a foolish people hath provoked thy name. | Μνήσθητι ταύτης τῆς κτίσεώς σου· ἐχθρὸς ὠνείδισε τὸν Κύριον, καὶ λαὸς ἄφρων παρώξυνε τὸ ὄνομά σου. |
| 19 | Deliver not up to beasts the souls that confess to thee: and forget not to the end the souls of thy poor. | Μὴ παραδῷς τοῖς θηρίοις ψυχὴν ἐξομολογουμένην σοι, τῶν ψυχῶν τῶν πενήτων σου μὴ ἐπιλάθῃ εἰς τέλος. |
| 20 | Have regard to thy covenant: for they that are the obscure of the earth have been filled with dwellings of iniquity. | Ἐπίβλεψον εἰς τὴν διαθήκην σου, ὅτι ἐπληρωθήσαν οἱ ἐσκοτωμένοι τῆς γῆς οἴκων ἀνομιῶν. |
| 21 | Let not the humble be turned away with confusion: the poor and needy shall praise thy name. | Μὴ ἀποστραφήτω τεταπεινωμένος καὶ κατῃσχυμμένος, πτωχὸς καὶ πένης αἰνέσουσι τὸ ὄνομά σου. |
| 22 | Arise, O God, judge thy own cause: remember thy reproaches with which the foolish man hath reproached thee all the day. | Ἀνάστα ὁ Θεὸς, δίκασον τὴν δίκην σου, μνήσθητι τῶν ὀνειδισμῶν σου τῶν ὑπὸ ἄφρονος ὅλην τὴν ἡμέραν. |
| 23 | Forget not the voices of thy enemies: the pride of them that hate thee ascendeth continually. | Μὴ ἐπιλάθῃ τῆς φωνῆς τῶν ἱκετῶν σου, ἡ ὑπερηφανία τῶν μισούντων σε ἀναβαίη διαπαντὸς πρὸς σέ. |
