Comparison
Psalms 3
Douay-Rheims and Septuagint (Sixtine edition, 1587), verse by verse.
| Douay-Rheims | Septuagint (Sixtine edition, 1587) | |
|---|---|---|
| 1 | The psalm of David when he fled from the face of his son Absalom. | Ψαλμὸς τῷ Δαυὶδ, ὁπότε ἀπεδίδρασκεν ἀπὸ προσώπου Ἀβεσσαλὼμ τοῦ υἱοῦ αὐτοῦ. |
| 2 | Why, O Lord, are they multiplied that afflict me? many are they who rise up against me. | Κύριε τί ἐπληθύνθησαν οἱ θλίβοντές με; πολλοὶ ἐπανίστανται ἐπʼ ἐμέ. |
| 3 | Many say to my soul: There is no salvation for him in his God. | Πολλοὶ λέγουσι τῇ ψυχῇ μου, οὐκ ἔστι σωτηρία αὐτῷ ἐν τῷ Θεῷ αὐτοῦ· διάψαλμα. |
| 4 | But thou, O Lord art my protector, my glory, and the lifter up of my head. | Σὺ δὲ Κύριε, ἀντιλήπτωρ μου εἶ, δόξα μου, καὶ ὑψῶν τὴν κεφαλήν μου. |
| 5 | I have cried to the Lord with my voice: and he hath heard me from his holy hill. | Φωνῇ μου πρὸς Κύριον ἐκέκραξα, καὶ ἐπήκουσέ μου ἐξ ὄρους ἁγίου αὐτοῦ· διάψαλμα. |
| 6 | I have slept and taken my rest: and I have risen up, because the Lord hath protected me. | Ἐγὼ ἐκοιμήθην καὶ ὕπνωσα, ἐξηγέρθην, ὅτι Κύριος ἀντιλήψεταί μου. |
| 7 | I will not fear thousands of the people, surrounding me: arise, O Lord; save me, O my God. | Οὐ φοβηθήσομαι ἀπὸ μυριάδων λαοῦ, τῶν κύκλῳ ἐπιτιθεμένων μοι. |
| 8 | For thou hast struck all them who are my adversaries without cause: thou hast broken the teeth of sinners. | Ἀνάστα Κύριε, σῶσόν με ὁ Θεός μου· ὅτι σὺ ἐπάταξας πάντας τοὺς ἐχθραίνοντάς μοι ματαίως, ὀδόντας ἁμαρτωλῶν συνέτριψας. |
| 9 | Salvation is of the Lord: and thy blessing is upon thy people. | Τοῦ Κυρίου ἡ σωτηρία, καὶ ἐπὶ τὸν λαόν σου ἡ εὐλογία σου. |
