Comparison
Psalms 115
Douay-Rheims and Septuagint (Sixtine edition, 1587), verse by verse.
| Douay-Rheims | Septuagint (Sixtine edition, 1587) | |
|---|---|---|
| 1 | I have believed, therefore have I spoken; but I have been humbled exceedingly. | Ἀλληλούϊα. Ἐπιστεύσα, διὸ ἐλάλησα, ἐγὼ δὲ ἐταπεινώθην σφόδρα. |
| 2 | I said in my excess: Every man is a liar. | Ἐγὼ δὲ εἶπα ἐν τῇ ἐκστάσει μου, πᾶς ἄνθρωπος ψεύστης. |
| 3 | What shall I render to the Lord, for all the things he hath rendered unto me? | Τί ἀνταποδώσω τῷ Κυρίῳ περὶ πάντων ὧν ἀνταπέδωκέ μοι; |
| 4 | I will take the chalice of salvation; and I will call upon the name of the Lord. | Ποτήριον σωτηρίου λήψομαι, καὶ τὸ ὄνομα Κυρίου ἐπικαλέσομαι· Τὰς εὐχάς μου τῷ Κυρίῳ ἀποδώσω, ἐναντίον παντὸς τοῦ λαοῦ αὐτοῦ. |
| 5 | I will pay my vows to the Lord before all his people: | — |
| 6 | Precious in the sight of the Lord is the death of his saints. | Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τῶν ὁσίων αὐτοῦ. |
| 7 | O Lord, for I am thy servant: I am thy servant, and the son of thy handmaid. Thou hast broken my bonds: | Ὦ Κύριε ἐγὼ δοῦλος σὸς, ἐγὼ δοῦλος σὸς, καὶ υἱὸς τῆς παιδίσκης σου, διέῤῥηξας τοὺς δεσμούς μου. |
| 8 | I will sacrifice to thee the sacrifice of praise, and I will call upon the name of the Lord. | Σοὶ θύσω θυσίαν αἰνέσεως, καὶ ἐν ὀνόματι Κυρίου ἐπικαλέσομαι· |
| 9 | I will pay my vows to the Lord in the sight of all his people: | Τὰς εὐχάς μου τῷ Κυρίῳ ἀποδώσω, ἐναντίον παντὸς τοῦ λαοῦ αὐτοῦ, |
| 10 | In the courts of the house of the Lord, in the midst of thee, O Jerusalem. | ἐν αὐλαῖς οἴκου Κυρίου, ἐν μέσῳ σου Ἱερουσαλήμ. |
