Comparison
Psalms 61
Douay-Rheims and Septuagint (Sixtine edition, 1587), verse by verse.
| Douay-Rheims | Septuagint (Sixtine edition, 1587) | |
|---|---|---|
| 1 | Unto the end, for Idithun, a psalm of David. | Εἰς τὸ τέλος, ὑπὲρ Ἰδιθοὺν ψαλμὸς τῷ Δαυίδ. |
| 2 | Shall not my soul be subject to God? for from him is my salvation. | Οὐχὶ τῷ Θεῷ ὑποταγήσεται ἡ ψυχή μου; παρʼ αὐτοῦ γὰρ τὸ σωτήριόν μου. |
| 3 | For he is my God and my saviour: he is my protector, I shall be moved no more. | Καὶ γὰρ αὐτὸς Θεός μου καὶ σωτήρ μου, ἀντιλήπτωρ μου, οὐ μὴ σαλευθῶ ἐπὶ πλεῖον. |
| 4 | How long do you rush in upon a man? you all kill, as if you were thrusting down a leaning wall, and a tottering fence. | Ἕως πότε ἐπιτίθεσθε ἐπʼ ἄνθρωπον; φονεύετε πάντες ὡς τοίχῳ κεκλιμένῳ καὶ φραγμῷ ὠσμένῳ. |
| 5 | But they have thought to cast away my price; I ran in thirst: they blessed with their mouth, but cursed with their heart. | Πλὴν τὴν τιμήν μου ἐβουλεύσαντο ἀπώσασθαι· ἔδραμον ἐν δίψει· τῷ στόματι αὐτῶν εὐλόγουν, καὶ τῇ καρδίᾳ αὐτῶν κατηρῶντο. διάψαλμα. |
| 6 | But be thou, O my soul, subject to God: for from him is my patience. | Πλὴν τῷ Θεῷ ὑποτάγηθι, ἡ ψυχή μου, ὅτι παρʼ αὐτοῦ ἡ ὑπομονή μου. |
| 7 | For he is my God and my saviour: he is my helper, I shall not be moved. | Ὅτι αὐτὸς Θεός μου καὶ σωτήρ μου, ἀντιλήπτωρ μου, οὐ μὴ μεταναστεύσω. |
| 8 | In God is my salvation and my glory: he is the God of my help, and my hope is in God. | Ἐπὶ τῷ Θεῷ τὸ σωτήριόν μου, καὶ ἡ δόξα μου· ὁ Θεὸς τῆς βοηθείας μου, καὶ ἡ ἐλπίς μου ἐπὶ τῷ Θεῷ. |
| 9 | Trust in him, all ye congregation of people: pour out your hearts before him. God is our helper for ever. | Ἐλπίσατε ἐπʼ αὐτὸν πᾶσα συναγωγὴ λαοῦ· ἐκχέετε ἐνώπιον αὐτοῦ τὰς καρδίας ὑμῶν, ὅτι ὁ Θεὸς βοηθὸς ἡμῶν· διάψαλμα. |
| 10 | But vain are the sons of men, the sons of men are liars in the balances: that by vanity they may together deceive. | Πλὴν μάταιοι οἱ νἱοὶ τῶν ἀνθρώπων, ψευδεῖς οἱ υἱοὶ τῶν ἀνθρώπων ἐν ζυγοῖς τοῦ ἀδικῆσαι, αὐτοὶ ἐκ ματαιότητος ἐπιτοαυτό. |
| 11 | Trust not in iniquity, and cover not robberies: if riches abound, set not your heart upon them. | Μὴ ἐλπίζετε ἐπʼ ἀδικίαν, καὶ ἐπὶ ἁρπάγματα μὴ ἐπιποθεῖτε· πλοῦτος ἐὰν ῥέῃ, μὴ προστίθεσθε καρδίαν. |
| 12 | God hath spoken once, these two things have I heard, that power belongeth to God, | Ἅπαξ ἐλάλησεν ὁ Θεὸς, δύο ταῦτα ἤκουσα, ὅτι τὸ κράτος τοῦ Θεοῦ· |
| 13 | And mercy to thee, O Lord; for thou wilt render to every man according to his works. | καὶ σοῦ, Κύριε τὸ ἔλεος, ὅτι σὺ ἀποδώσεις ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ. |
