Comparison
Psalms 43
Douay-Rheims and Septuagint (Sixtine edition, 1587), verse by verse.
| Douay-Rheims | Septuagint (Sixtine edition, 1587) | |
|---|---|---|
| 1 | Unto the end, for the sons of Core, to give understanding. | Εἰς τὸ τέλος, τοῖς υἱοῖς Κορὲ εἰς σύνεσιν ψαλμός. |
| 2 | We have heard, O God, with our ears: our fathers have declared to us, The work, thou hast wrought in their days, and in the days of old. | Ὁ Θεὸς ἐν τοῖς ὠσὶν ἡμῶν ἠκούσαμεν, οἱ πατέρες ἡμῶν ἀνήγγειλαν ἡμῖν, ἔργον ὃ εἰργάσω ἐν ταῖς ἡμέραις αὐτῶν, ἐν ἡμεραίς ἀρχαίαις. |
| 3 | Thy hand destroyed the Gentiles, and thou plantedst them: thou didst afflict the people and cast them out. | Ἡ χείρ σου ἔθνη ἐξωλόθρευσε, καὶ κατεφύτευσας αὐτοὺς, ἐκάκωσας λαοὺς καὶ ἐξέβαλες αὐτούς. |
| 4 | For they got not the possession of the land by their own sword: neither did their own arm save them. But thy right hand and thy arm, and the light of thy countenance: because thou wast pleased with them. | Οὐ γὰρ ἐν τῇ ῥομφαίᾳ αὐτῶν ἐκληρονόμησαν γῆν, καὶ ὁ βραχίων αὐτῶν οὐκ ἔσωσεν αὐτοὺς, ἀλλὰ ἡ δεξιά σου καὶ ὁ βραχίων σου, καὶ ὁ φωτισμὸς τοῦ προσώπου σου, ὅτι εὐδόκησας ἐν αὐτοῖς. |
| 5 | Thou art thyself my king and my God, who commandest the saving of Jacob. | Σὺ εἶ αὐτὸς ὁ βασιλεύς μου καὶ ὁ Θεός μου, ὁ ἐντελλόμενος τὰς σωτηρίας Ἰακώβ. |
| 6 | Through thee we will push down our enemies with the horn: and through thy name we will despise them that rise up against us. | Ἐν σοὶ τοὺς ἐχθροὺς ἡμῶν κερατιοῦμεν, καὶ ἐν τῷ ὀνόματί σου ἐξουθενώσομεν τοὺς ἐπανισταμένους ἡμῖν. |
| 7 | For I will not trust in my bow: neither shall my sword save me. | Οὐ γὰρ ἐπὶ τῷ τόξῳ μου ἐλπιῶ, καὶ ἡ ῥομφαία μου οὐ σώσει με. |
| 8 | But thou hast saved us from them that afflict us: and hast put them to shame that hate us. | Ἔσωσας γὰρ ἡμᾶς ἐκ τῶν θλιβόντων ἡμᾶς, καὶ τοὺς μισοῦντας ἡμᾶς κατῄσχυνας. |
| 9 | In God shall we glory all the day long: and in thy name we will give praise for ever. | Ἐν τῷ Θεῷ ἐπαινεθησόμεθα ὅλην τὴν ἡμέραν, καὶ ἐν τῷ ὀνόματί σου ἐξομολογησόμεθα εἰς τὸν αἰῶνα. διάψαλμα. |
| 10 | But now thou hast cast us off, and put us to shame: and thou, O God, wilt not go out with our armies. | Νυνὶ δὲ ἀπώσω καὶ κατῄσχυνας ἡμᾶς, καὶ οὐκ ἐξελεύσῃ ἐν ταῖς δυνάμεσιν ἡμῶν. |
| 11 | Thou hast made us turn our back to our enemies: and they that hated us plundered for themselves. | Ἀπέστρεψας ἡμᾶς εἰς τὰ ὀπίσω παρὰ τοὺς ἐχθροὺς ἡμῶν, καὶ οἱ μισοῦντες ἡμᾶς διήρπαζον ἑαυτοῖς. |
| 12 | Thou hast given us up like sheep to be eaten: thou hast scattered us among the nations. | Ἔδωκας ἡμᾶς ὡς πρόβατα βρώσεως, καὶ ἐν τοῖς ἔθνεσι διέσπειρας ἡμᾶς· |
| 13 | Thou hast sold thy people for no price: and there was no reckoning in the exchange of them. | Ἀπέδου τὸν λαόν σου ἄνευ τιμῆς, καὶ οὐκ ἦν πλῆθος ἐν τοῖς ἀλαλάγμασιν αὐτῶν. |
| 14 | Thou hast made us a reproach to our neighbours, a scoff and derision to them that are round about us. | Ἔθου ἡμᾶς ὄνειδος τοῖς γείτοσιν ἡμῶν, μυκτηρισμὸν καὶ καταγέλωτα τοῖς κύκλῳ ἡμῶν. |
| 15 | Thou hast made us a byword among the Gentiles: a shaking of the head among the people. | Ἔθου ἡμᾶς εἰς παραβολὴν ἐν τοῖς ἔθνεσι, κίνησιν κεφαλῆς ἐν τοῖς λαοῖς. |
| 16 | All the day long my shame is before me: and the confusion of my face hath covered me, | Ὅλην τὴν ἡμέραν ἡ ἐντροπή μου κατεναντίον μου ἐστὶ, καὶ ἡ αἰσχύνη τοῦ προσώπου μου ἐκάλυψέ με, |
| 17 | At the voice of him that reproacheth and detracteth me: at the face of the enemy and persecutor. | ἀπὸ φωνῆς ὀνειδίζοντος καὶ παραλαλοῦντος, ἀπὸ προσώπου ἐχθροῦ καὶ ἐκδιώκοντος. |
| 18 | All these things have come upon us, yet we have not forgotten thee: and we have not done wickedly in they covenant. | Ταῦτα πάντα ἦλθεν ἐφʼ ἡμᾶς, καὶ οὐκ ἐπελαθόμεθά σου, καὶ οὐκ ἠδικήσαμεν ἐν διαθήκῃ σου. |
| 19 | And our heart hath not turned back: neither hast thou turned aside our steps from thy way. | Καὶ οὐκ ἀπέστη εἰς τὰ ὀπίσω ἡ καρδία ἡμῶν, καὶ ἐξέκλινας τὰς τρίβους ἡμῶν ἀπὸ τῆς ὁδοῦ σου. |
| 20 | For thou hast humbled us in the place of affliction: and the shadow of death hath covered us. | Ὅτι ἐταπείνωσας ἡμᾶς ἐν τόπῳ κακώσεως, καὶ ἐπεκάλυψεν ἡμᾶς σκιὰ θανάτου. |
| 21 | If we have forgotten the name of our God, and if we have spread forth our hands to a strange god: | Εἰ ἐπελαθόμεθα τοῦ ὀνόματος τοῦ Θεοῦ ἡμῶν, καὶ εἰ διεπετάσαμεν χεῖρας ἡμῶν πρὸς θεὸν ἀλλότριον, |
| 22 | Shall not God search out these things: for he knoweth the secrets of the heart. Because for thy sake we are killed all the day long: we are counted as sheep for the slaughter. | οὐχὶ ὁ Θεὸς ἐκζητήσει ταῦτα; αὐτὸς γὰρ γινώσκει τὰ κρύφια τῆς καρδίας. |
| 23LXX 43:24 | Arise, why sleepest thou, O Lord? arise, and cast us not off to the end. | Ἐξεγέρθητι, ἱνατί ὑπνοῖς Κύριε; ἀνάστηθι, καὶ μὴ ἀπώσῃ εἰς τέλος. |
| 24LXX 43:25 | Why turnest thou face away? and forgettest our want and our trouble? | Ἱνατί τὸ πρόσωπόν σου ἀποστρέφεις; ἐπιλανθάνῃ τῆς πτωχείας ἡμῶν καὶ τῆς θλίψεως ἡμῶν; |
| 25LXX 43:26 | For our soul is humbled down to the dust: our belly cleaveth to the earth. | Ὅτι ἐταπεινώθη εἰς χοῦν ἡ ψυχὴ ἡμῶν, ἐκολλήθη εἰς γῆν ἡ γαστὴρ ἡμῶν. |
| 26LXX 43:27 | Arise, O Lord, help us and redeem us for thy name’s sake. | Ἀνάστα Κύριε, βοήθησον ἡμῖν, καὶ λύτρωσαι ἡμᾶς ἕνεκεν τοῦ ὀνόματός σου. |
