Comparison
Psalms 29
Douay-Rheims and Septuagint (Sixtine edition, 1587), verse by verse.
| Douay-Rheims | Septuagint (Sixtine edition, 1587) | |
|---|---|---|
| 1 | A psalm of a canticle, at the dedication of David’s house. | Εἰς τὸ τέλος, ψαλμὸς ᾠδῆς τοῦ ἐνκαινισμοῦ τοῦ οἴκου τοῦ Δαυίδ. |
| 2 | I will extol thee, O Lord, for thou hast upheld me: and hast not made my enemies to rejoice over me. | Ὑψώσω σε, Κύριε, ὅτι ὑπέλαβές με, καὶ οὐκ εὔφρανας τοὺς ἐχθρούς μου ἐπʼ ἐμέ. |
| 3 | O Lord my God, I have cried to thee, and then hast healed me. | Κύριε ὁ Θεός μου, ἐκέκραξα πρὸς σὲ, καὶ ἰάσω με· |
| 4 | Thou hast brought forth, O Lord, my soul from hell: thou hast saved me from them that go down into the pit. | Κύριε, ἀνήγαγες ἐξ ᾅδου τὴν ψυχήν μου, ἔσωσάς με ἀπὸ τῶν καταβαινόντων εἰς λάκκον. |
| 5 | Sing to the Lord, O ye his saints: and give praise to the memory of his holiness. | Ψάλατε τῷ Κυρίῳ οἱ ὅσιοι αὐτοῦ, καὶ ἐξομολογεῖσθε τῇ μνήμῃ τῆς ἁγιωσύνης αὐτοῦ. |
| 6 | For wrath is in his indignation; and life in his good will. In the evening weeping shall have place, and in the morning gladness. | Ὅτι ὀργὴ ἐν τῷ θυμῷ αὐτοῦ, καὶ ζωὴ ἐν τῷ θελήματι αὐτοῦ· τοεσπέρας αὐλισθήσεται κλαυθμὸς, καὶ εἰς το πρωῒ ἀγαλλίασις. |
| 7 | And in my abundance I said: I shall never be moved. | Ἐγὼ δὲ εἶπα ἐν τῇ εὐθηνίᾳ μου, οὐ μὴ σαλευθῶ εἰς τὸν αἰῶνα. |
| 8 | O Lord, in thy favour, thou gavest strength to my beauty. Thou turnedst away thy face from me, and I became troubled. | Κύριε, ἐν τῷ θελήματί σου παρέσχου τῷ κάλλει μου δύναμιν· ἀπέστρεψας δὲ τὸ πρόσωπόν σου, καὶ ἐγενήθην τεταραγμένος. |
| 9 | To thee, O Lord, will I cry: and I will make supplication to my God. | Πρὸς σὲ Κύριε κεκράξομαι, καὶ πρὸς τὸν Θεόν μου δεηθήσομαι. |
| 10 | What profit is there in my blood, whilst I go down to corruption? Shall dust confess to thee, or declare thy truth? | Τίς ὠφέλεια ἐν τῷ αἵματί μου, ἐν τῷ καταβῆναί με εἰς διαφθοράν; μὴ ἐξομολογήσεταί σοι χοῦς; ἢ ἀναγγελεῖ τὴν ἀλήθειάν σου; |
| 11 | The Lord hath heard, and hath had mercy on me: the Lord became my helper. | Ἤκουσε Κύριος, καὶ ἠλέησέ με, Κύριος ἐγενήθη βοηθός μου. |
| 12 | Thou hast turned for me my mourning into joy: thou hast cut my sackcloth, and hast compassed me with gladness: | Ἔστρεψας τὸν κοπετόν μου εἰς χαρὰν ἐμοὶ, διεῤῥήξας τὸν σάκκον μου, καὶ περιέζωσάς με εὐφροσύνην· |
| 13 | To the end that my glory may sing to thee, and I may not regret: O Lord my God, I will give praise to thee for ever. | ὅπως ἂν ψάλῃ σοι ἡ δόξα μου, καὶ οὐ μὴ κατανυγῶ. Κύριε ὁ Θεός μου, εἰς τὸν αἰῶνα ἐξομολογήσομαί σοι. |
