Comparison
Psalms 113
Douay-Rheims and Septuagint (Sixtine edition, 1587), verse by verse.
| Douay-Rheims | Septuagint (Sixtine edition, 1587) | |
|---|---|---|
| 1 | When Israel went out of Egypt, the house of Jacob from a barbarous people: | Ἀλληλούϊα. Ἐν ἐξόδῳ Ἰσραὴλ ἐξ Αἰγύπτου, οἴκου Ἰακὼβ ἐκ λαοῦ βαρβάρου, |
| 2 | Judea made his sanctuary, Israel his dominion. | ἐγενήθη Ἰουδαία ἁγίασμα αὐτοῦ, Ἰσραὴλ ἐξουσία αὐτοῦ. |
| 3 | The sea saw and fled: Jordan was turned back. | Ἡ θάλασσα εἶδε καὶ ἔφυγεν, ὁ Ἰορδάνης ἐστράφη εἰς τὰ ὀπίσω. |
| 4 | The mountains skipped like rams, and the hills like the lambs of the flock. | Τὰ ὄρη ἐσκίρτησαν ὡσεὶ κριοὶ, καὶ οἱ βουνοὶ ὡς ἀρνία προβάτων. |
| 5 | What ailed thee, O thou sea, that thou didst flee: and thou, O Jordan, that thou wast turned back? | Τί σοι ἐστὶ θάλασσα ὅτι ἔφυγες; καὶ σὺ Ἰορδάνη ὅτι ἐστράφης εἰς τὰ ὀπίσω; |
| 6 | Ye mountains, that ye skipped like rams, and ye hills, like lambs of the flock? | Τὰ ὄρη ὅτι ἐσκίρτησατε ὡσεὶ κριοί; καὶ οἱ βουνοὶ ὡς ἀρνία προβάτων; |
| 7 | At the presence of the Lord the earth was moved, at the presence of the God of Jacob: | Ἀπὸ προσώπου Κυρίου ἐσαλεύθη ἡ γῆ, ἀπὸ προσώπου τοῦ Θεοῦ Ἰακὼβ, |
| 8 | Who turned the rock into pools of water, and the stony hill into fountains of waters. | τοῦ στρέψαντος τὴν πέτραν εἰς λίμνας ὑδάτων, καὶ τὴν ἀκρότομον εἰς πηγὰς ὑδάτων. |
| 9 | Not to us, O Lord, not to us; but to thy name give glory. | Μὴ ἡμῖν Κύριε, μὴ ἡμῖν, ἀλλʼ ἢ τῷ ὀνόματί σου δὸς δόξαν, ἐπὶ τῷ ἐλέει σου καὶ τῇ ἀληθείᾳ σου· |
| 10 | For thy mercy, and for thy truth’s sake: lest the gentiles should say: Where is their God? | μή ποτε εἴπωσι τὰ ἔθνη, ποῦ ἐστιν ὁ Θεὸς αὐτῶν; |
| 11 | But our God is in heaven: he hath done all things whatsoever he would. | Ὁ δὲ Θεὸς ἡμῶν ἐν τῷ οὐρανῷ καὶ ἐν τῇ γῇ, πάντα ὅσα ἠθέλησεν ἐποίησε. |
| 12 | The idols of the gentiles are silver and gold, the works of the hands of men. | Τὰ εἴδωλα τῶν ἐθνῶν, ἀργύριον καὶ χρυσίον, ἔργα χειρῶν ἀνθρώπων. |
| 13 | They have mouths and speak not: they have eyes and see not. | Στόμα ἔχουσι καὶ οὐ λαλήσουσιν, ὀφθαλμοὺς ἔχουσι καὶ οὐκ ὄψονται· |
| 14 | They have ears and hear not: they have noses and smell not. | Ὦτα ἔχουσι καὶ οὐκ ἀκούσονται, ῥῖνας ἔχουσι καὶ οὐκ ὀσφρανθήσονται· |
| 15 | They have hands and feel not: they have feet and walk not: neither shall they cry out through their throat. | Χεῖρας ἔχουσι καὶ οὐ ψηλαφήσουσι, πόδας ἔχουσι καὶ οὐ περιπατήσουσιν, οὐ φωνήσουσιν ἐν τῷ λάρυγγι αὐτῶν. |
| 16 | Let them that make them become like unto them: and all such as trust in them. | ὅμοιοι αὐτοῖς γένοιντο οἱ ποιοῦντες αὐτὰ, καὶ πάντες οἱ πεποιθότες ἐπʼ αὐτοῖς. |
| 17 | The house of Israel hath hoped in the Lord: he is their helper and their protector. | Οἶκος Ἰσραὴλ ἔλπισεν ἐπὶ Κύριον, βοηθὸς καὶ ὑπερασπιστὴς αὐτῶν ἐστιν. |
| 18 | The house of Aaron hath hoped in the Lord: he is their helper and their protector. | Οἶκος Ἀαρὼν ἤλπισεν ἐπὶ Κύριον, βοηθὸς καὶ ὑπερασπιστὴς αὐτῶν ἐστιν. |
| 19 | They that fear the Lord hath hoped in the Lord: he is their helper and their protector. | Οἱ φοβούμενοι τὸν Κύριον ἤλπισαν ἐπὶ Κύριον, βοηθὸς καὶ ὑπερασπιστὴς αὐτῶν ἐστι. |
| 20 | The Lord hath been mindful of us, and hath blessed us. He hath blessed the house of Israel: he hath blessed the house of Aaron. | Κύριος μνησθεὶς ἡμῶν εὐλόγησεν ἡμᾶς, εὐλόγησε τὸν οἶκον Ἰσραὴλ, εὐλόγησε τὸν οἶκον Ἀαρών· |
| 21 | He hath blessed all that fear the Lord, both little and great. | Εὐλόγησε τοὺς φοβουμένους τὸν Κύριον, τοὺς μικροὺς μετὰ τῶν μεγάλων. |
| 22 | May the Lord add blessings upon you: upon you, and upon your children. | Προσθείη Κύριος ἐφʼ ὑμᾶς, ἐφʼ ὑμᾶς καὶ ἐπὶ τοὺς υἱοὺς ὑμῶν. |
| 23 | Blessed be you of the Lord, who made heaven and earth. | Εὐλογημένοι ὑμεῖς τῷ Κυρίῳ, τῷ ποιήσαντι τὸν οὐρανὸν καὶ τὴν γῆν. |
| 24 | The heaven of heaven is the Lord’s: but the earth he has given to the children of men. | Ὁ οὐρανὸς τοῦ οὐρανοῦ τῷ Κυρίῳ, τὴν δὲ γῆν ἔδωκε τοῖς υἱοῖς τῶν ἀνθρώπων. |
| 25 | The dead shall not praise thee, O Lord: nor any of them that go down to hell. | Οὐχ οἱ νεκροὶ αἰνέσουσί σε Κύριε, οὐδὲ πάντες οἱ καταβαίνοντες εἰς ᾅδου· |
| 26 | But we that live bless the Lord: from this time now and for ever. | Ἀλλʼ ἡμεῖς οἱ ζῶντες εὐλογήσομεν τὸν Κύριον, ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. |
