Comparison
Psalms 144
Douay-Rheims and Septuagint (Sixtine edition, 1587), verse by verse.
| Douay-Rheims | Septuagint (Sixtine edition, 1587) | |
|---|---|---|
| 1 | I will extol thee, O God my king: and I will bless thy name for ever; yea, for ever and ever. | Αἴνεσις τοῦ Δαυίδ. Ὑψώσω σε, ὁ Θεός μου ὁ βασιλεύς μου, καὶ εὐλογήσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. |
| 2 | Every day I will bless thee: and I will praise thy name for ever; yea, for ever and ever. | Καθʼ ἑκάστην ἡμέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. |
| 3 | Great is the Lord, and greatly to be praised: and of his greatness there is no end. | Μέγας ὁ Κύριος καὶ αἰνετὸς σφόδρα, καὶ τῆς μεγαλωσύνης αὐτοῦ οὐκ ἔστι πέρας. |
| 4 | Generation and generation shall praise thy works: and they shall declare thy power. | Γενεὰ καὶ γενεὰ ἐπαινέσει τὰ ἔργα σου, καὶ τὴν δύναμίν σου ἀπαγγελοῦσι. |
| 5 | They shall speak of the magnificence of the glory of thy holiness: and shall tell thy wondrous works. | Καὶ τὴν μεγαλοπρέπειαν τῆς δόξης τῆς ἁγιωσύνης σου λαλήσουσι, καὶ τὰ θαυμάσιά σου διηγήσονται. |
| 6 | And they shall speak of the might of thy terrible acts: and shall declare thy greatness. | Καὶ τὴν δύναμιν τῶν φοβερῶν σου ἐροῦσι, καὶ τὴν μεγαλωσύνην σου διηγήσονται. |
| 7 | They shall publish the memory of the abundance of thy sweetness: and shall rejoice in thy justice. | Μνήμην τοῦ πλήθους τῆς χρηστότητός σου ἐξερεύξονται, καὶ τῇ δικαιοσύνῃ σου ἀγαλλιάσονται. |
| 8 | The Lord is gracious and merciful: patient and plenteous in mercy. | Οἰκτίρμων καὶ ἐλεήμων ὁ Κύριος, μακρόθυμος καὶ πολυέλεος. |
| 9 | The Lord is sweet to all: and his tender mercies are over all his works. | Χρηστὸς Κύριος τοῖς ὑπομένουσι, καὶ οἱ οἰκτιρμοὶ αὐτοῦ ἐπὶ πάντα τὰ ἔργα αὐτοῦ. |
| 10 | Let all thy works, O lord, praise thee: and let thy saints bless thee. | Ἐξομολογησάσθωσάν σοι, Κύριε, πάντα τὰ ἔργα σου, καὶ οἱ ὅσιοί σου εὐλογησάτωσάν σε. |
| 11 | They shall speak of the glory of thy kingdom: and shall tell of thy power: | Δόξαν τῆς βασιλείας σου ἐροῦσι, καὶ τὴν δυναστείαν σου λαλήσουσιν· |
| 12 | To make thy might known to the sons of men: and the glory of the magnificence of thy kingdom. | Τοῦ γνωρίσαι τοῖς υἱοῖς τῶν ἀνθρώπων τὴν δυναστείαν σου, καὶ τὴν δόξαν τῆς μεγαλοπρεπείας τῆς βασιλείας σου. |
| 13 | Thy kingdom is a kingdom of all ages: and thy dominion endureth throughout all generations. The Lord is faithful in all his words: and holy in all his works. | Ἡ βασιλεία σου βασιλεία πάντων τῶν αἰώνων, καὶ ἡ δεσποτία σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ· πιστὸς Κύριος ἐν τοῖς λόγοις αὐτοῦ, καὶ ὅσιος ἐν πᾶσι τοῖς ἔργοις αὐτοῦ. |
| 14 | The Lord lifteth up all that fall: and setteth up all that are cast down. | Ὑποστηρίζει Κύριος πάντας τοὺς καταπίπτοντας, καὶ ἀνορθοῖ πάντας τοὺς κατεῤῥαγμένους. |
| 15 | The eyes of all hope in thee, O Lord: and thou givest them meat in due season. | Οἱ ὀφθαλμοὶ πάντων εἰς σὲ ἐλπίζουσι, καὶ σὺ δίδως τὴν τροφὴν αὐτῶν ἐν εὐκαιρίᾳ. |
| 16 | Thou openest thy hand, and fillest with blessing every living creature. | Ἀνοίγεις σὺ τὰς χεῖράς σου, καὶ ἐμπιπλᾷς πᾶν ζῶον εὐδοκίας. |
| 17 | The Lord is just in all his ways: and holy in all his works. | Δίκαιος Κύριος ἐν πάσαις ταῖς ὁδοῖς αὐτοῦ, καὶ ὅσιος ἐν πᾶσι τοῖς ἔργοις αὐτοῦ. |
| 18 | The Lord is nigh unto all them that call upon him: to all that call upon him in truth. | Ἐγγὺς Κύριος πᾶσιν τοῖς ἐπικαλουμένοις αὐτόν, πᾶσι τοῖς ἐπικαλουμένοις αὐτὸν ἐν ἀληθείᾳ. |
| 19 | He will do the will of them that fear him: and he will hear their prayer, and save them. | Θέλημα τῶν φοβουμένων αὐτὸν ποιήσει, καὶ τῆς δεήσεως αὐτῶν ἐπακούσεται, καὶ σώσει αὐτούς. |
| 20 | The Lord keepeth all them that love him; but all the wicked he will destroy. | Φυλάσσει Κύριος πάντας τοὺς ἀγαπῶντας αὐτόν, καὶ πάντας τοὺς ἁμαρτωλοὺς ἐξολοθρεύσει. |
| 21 | My mouth shall speak the praise of the Lord: and let all flesh bless thy holy name for ever; yea, for ever and ever. | Αἴνεσιν Κυρίου λαλήσει τὸ στόμα μου, καὶ εὐλογείτω πᾶσα σὰρξ τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ, εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. |
