Comparison
Psalms 21
Douay-Rheims and Septuagint (Sixtine edition, 1587), verse by verse.
| Douay-Rheims | Septuagint (Sixtine edition, 1587) | |
|---|---|---|
| 1 | Unto the end, for the morning protection, a psalm for David. | Εἰς τὸ τέλος, ὑπὲρ τῆς ἀντιλήψεως τῆς ἑωθινῆς, ψαλμὸς τῷ Δαυίδ. |
| 2 | O God my God, look upon me: why hast thou forsaken me? Far from my salvation are the words of my sins. | Ὁ Θεός ὁ Θεός μου, πρόσχες μοι, ἱνατί ἐγκατέλιπές με; μακρὰν ἀπὸ τῆς σωτηρίας μου οἱ λόγοι τῶν παραπτωμάτων μου. |
| 3 | O my God, I shall cry by day, and thou wilt not hear: and by night, and it shall not be reputed as folly in me. | Ο Θεός μου, κεκράξομαι ἡμέρας πρὸς σὲ καὶ οὐκ εἰσακούσῃ, καὶ νυκτὸς καὶ οὐκ εἰς ἄνοιαν ἐμοί. |
| 4 | But thou dwellest in the holy place, the praise of Israel. | Σὺ δὲ ἐν ἁγίῳ κατοικεῖς, ὁ ἔπαινος τοῦ Ἰσραήλ. |
| 5 | In thee have our fathers hoped: they have hoped, and thou hast delivered them. | Ἐπὶ σοὶ ἤλπισαν οἱ πατέρες ἡμῶν, ἤλπισαν καὶ ἐῤῥύσω αὐτούς. |
| 6 | They cried to thee, and they were saved: they trusted in thee, and were not confounded. | Πρὸς σὲ ἐκέκραξαν καὶ ἐσώθησαν, ἐπὶ σοὶ ἤλπισαν καὶ οὐ κατῃσχύνθησαν. |
| 7 | But I am a worm, and no man: the reproach of men, and the outcast of the people. | Ἐγὼ δέ εἰμι σκώληξ καὶ οὐκ ἄνθρωπος, ὄνειδος ἀνθρώπων καὶ ἐξουδένημα λαοῦ. |
| 8 | All they that saw me have laughed me to scorn: they have spoken with the lips, and wagged the head. | Πάντες οἱ θεωροῦντές με ἐξεμυκτήρισάν με, ἐλάλησαν ἐν χείλεσιν, ἐκίνησαν κεφαλὴν, |
| 9 | He hoped in the Lord, let him deliver him: let him save him, seeing he delighteth in him. | ἤλπισεν ἐπὶ Κύριον, ῥυσάσθω αὐτὸν, σωσάτω αὐτὸν, ὅτι θέλει αὐτόν. |
| 10 | For thou art he that hast drawn me out of the womb: my hope from the breasts of my mother. | Ὅτι σὺ εἶ ὁ ἐκσπάσας με ἐκ γαστρὸς, ἡ ἐλπίς μου ἀπὸ μαστῶν τῆς μητρός μου, |
| 11 | I was cast upon thee from the womb. From my mother’s womb thou art my God, | ἐπὶ σὲ ἐπεῤῥίφην ἐκ μήτρας· ἐκ κοιλίας μητρός μου Θεός μου εἶ σύ. |
| 12 | Depart not from me. For tribulation is very near: for there is none to help me. | Μὴ ἀποστῇς ἀπʼ ἐμοῦ· ὅτι θλίψις ἐγγὺς, ὅτι οὐκ ἔστιν ὁ βοηθῶν. |
| 13 | Many calves have surrounded me: fat bulls have besieged me. | Περιεκύκλωσάν με μόσχοι πολλοί, ταῦροι πίονες περιέσχον με. |
| 14 | They have opened their mouths against me, as a lion ravening and roaring. | Ἤνοιξαν ἐπʼ ἐμὲ τὸ στόμα αὐτῶν, ὡς λέων ὁ ἁρπάζων καὶ ὠρυόμενος. |
| 15 | I am poured out like water; and all my bones are scattered. My heart is become like wax melting in the midst of my bowels. | Ὡσεὶ ὕδωρ ἐξεχύθην, καὶ διεσκορπίσθη πάντα τὰ ὀστᾶ μου, ἐγενήθη ἡ καρδία μου ὡσεὶ κηρὸς τηκόμενος ἐν μέσῳ τῆς κοιλίας μου. |
| 16 | My strength is dried up like a potsherd, and my tongue hath cleaved to my jaws: and thou hast brought me down into the dust of death. | Ἐξηράνθη ὡσεὶ ὄστρακον ἡ ἰσχύς μου, καὶ ἡ γλῶσσά μου κεκόλληται τῷ λάρυγγί μου, καὶ εἰς χοῦν θανάτου κατήγαγές με. |
| 17 | For many dogs have encompassed me: the council of the malignant hath besieged me. They have dug my hands and feet. | Ὅτι ἐκύκλωσάν με κύνες πολλοὶ, συναγωγὴ πονηρευομένων περιέσχον με· ὤρυξαν χεῖράς μου, καὶ πόδας, |
| 18 | They have numbered all my bones. And they have looked and stared upon me. | ἐξηρίθμησαν πάντα τὰ ὀστᾶ μου· αὐτοὶ δὲ κατενόησαν καὶ ἐπεῖδόν με. |
| 19 | They parted my garments amongst them; and upon my vesture they cast lots. | Διεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς, καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον. |
| 20 | But thou, O Lord, remove not thy help to a distance from me; look towards my defence. | Σὺ δὲ Κύριε μὴ μακρύνῃς τὴν βοήθειάν μου, εἰς τὴν ἀντίληψίν μου πρόσχες. |
| 21 | Deliver, O God, my soul from the sword: my only one from the hand of the dog. | Ῥῦσαι ἀπὸ ῥομφαίας τὴν ψυχήν μου, καὶ ἐκ χειρὸς κυνὸς τὴν μονογενῆ μου. |
| 22 | Save me from the lion’s mouth; and my lowness from the horns of the unicorns. | Σῶσόν με ἐκ στόματος λέοντος, καὶ ἀπὸ κεράτων μονοκερώτων τὴν ταπείνωσίν μου. |
| 23 | I will declare thy name to my brethren: in the midst of the church will I praise thee. | Διηγήσομαι τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου, ἐν μέσῳ ἐκκλησίας ὑμνήσω σε. |
| 24 | Ye that fear the Lord, praise him: all ye the seed of Jacob, glorify him. | Οἱ φοβούμενοι Κύριον αἰνέσατε αὐτὸν, ἅπαν τὸ σπέρμα Ἰακὼβ δοξάσατε αὐτὸν, φοβηθήτωσαν αὐτὸν ἅπαν τὸ σπέρμα Ἰσραήλ. |
| 25 | Let all the seed of Israel fear him: because he hath not slighted nor despised the supplication of the poor man. Neither hath he turned away his face from me: and when I cried to him he heard me. | Οτι οὐκ ἐξουδένωσεν οὐδὲ προσώχθισε τῇ δεήσει τοῦ πτωχοῦ, οὐδὲ ἀπέστρεψε τὸ πρόσωπον αὐτοῦ ἀπʼ ἐμοῦ· καὶ ἐν τῷ κεκραγέναι με πρὸς αὐτὸν εἰσήκουσέ μου. |
| 26 | With thee is my praise in a great church: I will pay my vows in the sight of them that fear him. | Παρὰ σοῦ ὁ ἔπαινός μου ἐν ἐκκλησίᾳ μεγάλῃ, τὰς εὐχάς μου ἀποδώσω ἐνώπιον τῶν φοβουμένων αὐτόν. |
| 27 | The poor shall eat and shall be filled: and they shall praise the Lord that seek him: their hearts shall live for ever and ever. | Φάγονται πένητες καὶ ἐμπλησθήσονται, καὶ αἰνέσουσι Κύριον οἱ ἐκζητοῦντες αὐτὸν, ζήσονται αἱ καρδίαι αὐτῶν εἰς αἰῶνα αἰῶνος. |
| 28 | All the ends of the earth shall remember, and shall be converted to the Lord: And all the kindreds of the Gentiles shall adore in his sight. | Μνησθήσονται καὶ ἐπιστραφήσονται πρὸς Κύριον πάντα τὰ πέρατα τῆς γῆς, καὶ προσκυνήσουσιν ἐνώπιον αὐτοῦ πᾶσαι αἱ πατριαὶ τῶν ἐθνῶν. |
| 29 | For the kingdom is the Lord’s; and he shall have dominion over the nations. | Ὅτι τοῦ Κυρίου ἡ βασιλεία, καὶ αὐτὸς δεσπόζει τῶν ἐθνῶν. |
| 30 | All the fat ones of the earth have eaten and have adored: all they that go down to the earth shall fall before him. | Ἔφαγον καὶ προσεκύνησαν πάντες οἱ πίονες τῆς γῆς· ἐνώπιον αὐτοῦ προπεσοῦνται πάντες οἱ καταβαίνοντες εἰς τὴν γῆν· καὶ ἡ ψυχή μου αὐτῷ ζῇ, |
| 31 | And to him my soul shall live: and my seed shall serve him. | καὶ τὸ σπέρμα μου δουλεύσει αὐτῷ· ἀναγγελήσεται τῷ Κυρίῳ γενεὰ ἡ ἐρχομένη· |
| 32 | There shall be declared to the Lord a generation to come: and the heavens shall shew forth his justice to a people that shall be born, which the Lord hath made. | Καὶ ἀναγγελοῦσι τὴν δικαιοσύνην αὐτοῦ λαῷ τῷ τεχθησομένῳ, ὃν ἐποίησεν ὁ Κύριος. |
