Comparison
Psalms 120
Douay-Rheims and Septuagint (Sixtine edition, 1587), verse by verse.
| Douay-Rheims | Septuagint (Sixtine edition, 1587) | |
|---|---|---|
| 1 | I have lifted up my eyes to the mountains, from whence help shall come to me. | Ὠδὴ τῶν ἀναβαθμῶν. Ἦρα τοὺς ὀφθαλμούς μου εἰς τὰ ὄρη, ὅθεν ἥξει ἡ βοήθειά μου. |
| 2 | My help is from the Lord, who made heaven and earth. | Ἡ βοήθειά μου παρὰ Κυρίου τοῦ ποιήσαντος τὸν οὐρανὸν καὶ τὴν γῆν. |
| 3 | May he not suffer thy foot to be moved: neither let him slumber that keepeth thee. | Μὴ δῴης εἰς σάλον τὸν πόδα σου, μηδὲ νυστάξῃ ὁ φυλάσσων σε. |
| 4 | Behold he shall neither slumber nor sleep, that keepeth Israel. | Ἰδοὺ οὐ νυστάξει οὐδὲ ὑπνώσει ὁ φυλάσσων τὸν Ἰσραήλ. |
| 5 | The Lord is thy keeper, the Lord is thy protection upon thy right hand. | Κύριος φυλάξει σε, Κύριος σκέπη σου ἐπὶ χεῖρα δεξιάν σου. |
| 6 | The sun shall not burn thee by day: nor the moon by night. | Ἡμέρας ὁ ἥλιος οὐ συγκαύσει σε, οὐδὲ ἡ σελήνη τὴν νύκτα. |
| 7 | The Lord keepeth thee from all evil: may the Lord keep thy soul. | Κύριος φυλάξαι σε ἀπὸ παντὸς κακοῦ, φυλάξει τὴν ψυχήν σου ὁ Κύριος. |
| 8 | May the Lord keep thy going in and thy going out; from henceforth now and for ever. | Κύριος φυλάξει τὴν εἴσοδόν σου, καὶ τὴν ἔξοδόν σου, ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. |
