Comparison
Psalms 28
Douay-Rheims and Septuagint (Sixtine edition, 1587), verse by verse.
| Douay-Rheims | Septuagint (Sixtine edition, 1587) | |
|---|---|---|
| 1 | A psalm for David, at the finishing of the tabernacle. Bring to the Lord, O ye children of God: bring to the Lord the offspring of rams. | Ψαλμὸς τῷ Δαυὶδ ἐξοδίου σκηνῆς. Ἐνέγκατε τῷ Κυρίῳ υἱοὶ Θεοῦ, ἐνέγκατε τῷ Κρίῳ υἱοὺς κριῶν· ἐνέγκατε τῷ Κυρίῳ δόξαν καὶ τιμὴν, |
| 2 | Bring to the Lord glory and honour: bring to the Lord glory to his name: adore ye the Lord in his holy court. | ἐνέγκατε τῷ Κυρίῳ δόξαν ὀνόματι αὐτοῦ· προσκυνήσατε τῷ Κυρίῳ ἐν αὐλῇ ἁγίᾳ αὐτοῦ. |
| 3 | The voice of the Lord is upon the waters; the God of majesty hath thundered, The Lord is upon many waters. | Φωνὴ Κυρίου ἐπὶ τῶν ὑδάτων, ὁ Θεὸς τῆς δόξης ἐβρόντησε, Κύριος ἐπὶ ὑδάτων πολλῶν. |
| 4 | The voice of the Lord is in power; the voice of the Lord in magnificence. | Φωνὴ Κυρίου ἐν ἰσχύϊ, φωνὴ Κυρίου ἐν μεγαλοπρεπείᾳ. |
| 5 | The voice of the Lord breaketh the cedars: yea, the Lord shall break the cedars of Libanus. | Φωνὴ Κυρίου συντρίβοντος κέδρους, συντρίψει Κύριος τὰς κέδρους τοῦ Λιβάνου, |
| 6 | And shall reduce them to pieces, as a calf of Libanus, and as the beloved son of unicorns. | Καὶ λεπτυνεῖ αὐτὰς ὡς τὸν μόσχον τὸν Λίβανον, καὶ ὁ ἠγαπημένος ὡς υἱὸς μονοκερώτων. |
| 7 | The voice of the Lord divideth the flame of fire: | Φωνὴ Κυρίου διακόπτοντος φλόγα πυρός. |
| 8 | The voice of the Lord shaketh the desert: and the Lord shall shake the desert of Cades. | Φωνὴ Κυρίου συσσείοντος ἔρημον, συνσσείσει Κύριος τὴν ἔρημον Κάδης. |
| 9 | The voice of the Lord prepareth the stags: and he will discover the thick woods: and in his temple all shall speak his glory. | Φωνὴ Κυρίου καταρτιζομένου ἐλάφους, καὶ ἀποκαλύψει δρυμοὺς, καὶ ἐν τῷ ναῷ αὐτοῦ πᾶς τις λέγει δόξαν. |
| 10 | The Lord maketh the flood to dwell: and the Lord shall sit king for ever. | Κύριος τὸν κατακλυσμὸν κατοικιεῖ· καὶ καθιεῖται Κύριος βασιλεὺς εἰς τὸν αἰῶνα. |
| 11 | The Lord will give strength to his people: the Lord will bless his people with peace. | Κύριος ἰσχὺν τῷ λαῷ αὐτοῦ δώσει, Κύριος εὐλογήσει τὸν λαὸν αὐτοῦ ἐν εἰρήνῃ. |
