Comparison
Psalms 35
Douay-Rheims and Septuagint (Sixtine edition, 1587), verse by verse.
| Douay-Rheims | Septuagint (Sixtine edition, 1587) | |
|---|---|---|
| 1 | Unto the end, for the servant of God, David himself. | Εἰς τὸ τέλος, τῷ δούλῳ Κυρίου τῷ Δαυίδ. |
| 2 | The unjust hath said within himself, that he would sin: there is no fear of God before his eyes. | Φησὶν ὁ παράνομος τοῦ ἁμαρτάνειν ἐν ἑαυτῷ, οὐκ ἔστι φόβος Θεοῦ ἀπέναντι τῶν ὀφθαλμῶν αὐτοῦ. |
| 3 | For in his sight he hath done deceitfully, that his iniquity may be found unto hatred. | Ὅτι ἐδόλωσεν ἐνώπιον αὐτοῦ, τοῦ εὑρεῖν τὴν ἀνομίαν αὐτοῦ καὶ μισῆσαι. |
| 4 | The words of his mouth are iniquity and guile: he would not understand that he might do well. | Τὰ ῥήματα τοῦ στόματος αὐτοῦ ἀνομία καὶ δόλος, οὐκ ἠβουλήθη συνιέναι τοῦ ἀγαθῦναι. |
| 5 | He hath devised iniquity on his bed, he hath set himself on every way that is not good: but evil he hath not hated. | Ἀνομίαν ἐλογίσατο ἐπὶ τῆς κοίτης αὐτοῦ, παρέστη πάσῃ ὁδῷ οὐκ ἀγαθῇ, τῇ δὲ κακίᾳ οὐ προσώχθισε. |
| 6 | O Lord, thy mercy is in heaven, and thy truth reacheth, even to the clouds. | Κύριε, ἐν τῷ οὐρανῷ τὸ ἔλεός σου, καὶ ἡ ἀλήθειά σου ἕως τῶν νεφελῶν. |
| 7 | Thy justice is as the mountains of God, thy judgments are a great deep. Men and beasts thou wilt preserve, O Lord: | Ἡ δικαιοσύνη σου ὡς ὄρη Θεοῦ, τὰ κρίματά σου ὡσεὶ ἄβυσσος πολλή· ἀνθρώπους καὶ κτήνη σώσεις Κύριε. |
| 8 | O how hast thou multiplied thy mercy, O God! But the children of men shall put their trust under the covert of thy wings. | Ὡς ἐπλήθυνας τὸ ἔλεός σου ὁ Θεός· οἱ δὲ υἱοὶ τῶν ἀνθρώπων ἐν σκέπῃ τῶν πτερύγων σου ἐλπιοῦσι. |
| 9 | They shall be inebriated with the plenty of thy house; and thou shalt make them drink of the torrent of thy pleasure. | Μεθυσθήσονται ἀπὸ πιότητος οἴκου σου, καὶ τὸν χειμάῤῥουν τῆς τρυφῆς σου ποτιεῖς αὐτούς. |
| 10 | For with thee is the fountain of life; and in thy light we shall see light. | Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς, ἐν τῷ φωτί σου ὀψόμεθα φῶς. |
| 11 | Extend thy mercy to them that know thee, and thy justice to them that are right in heart. | Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε, καὶ τὴν δικαιοσύνην σου τοῖς εὐθέσι τῇ καρδίᾳ. |
| 12 | Let not the foot of pride come to me, and let not the hand of the sinner move me. | Μὴ ἐλθέτω μοι ποῦς ὑπερηφανίας, καὶ χεὶρ ἁμαρτωλῶν μὴ σαλεύσαι με· |
| 13 | There the workers of iniquity are fallen, they are cast out, and could not stand. | Ἐκεῖ ἔπεσον πάντες οἱ ἐργαζόμενοι τὴν ἀνομίαν, ἐξώσθησαν καὶ οὐ μὴ δύνωνται στῆναι. |
