Comparison
Psalms 84
Douay-Rheims and Septuagint (Sixtine edition, 1587), verse by verse.
| Douay-Rheims | Septuagint (Sixtine edition, 1587) | |
|---|---|---|
| 1 | Unto the end, for the sons of Core, a psalm. | Εἰς τὸ τέλος, τοῖς υἱοῖς Κορὲ ψαλμός. |
| 2 | Lord, thou hast blessed thy land: thou hast turned away the captivity of Jacob. | Εὐδόκησας Κύριε τὴν γῆν σου, ἀπέστρεψας τὴν αἰχμαλωσίαν Ἰακώβ. |
| 3 | Thou hast forgiven the iniquity of thy people: thou hast covered all their sins. | Ἀφῆκας τὰς ἀνομίας τῷ λαῷ σου, ἐκάλυψας πάσας τὰς ἁμαρτίας αὐτῶν· διάψαλμα. |
| 4 | Thou hast mitigated all thy anger: thou best turned away from the wrath of thy indignation. | Κατέπαυσας πᾶσαν τὴν ὀργήν σου, ἀπέστρεψας ἀπὸ ὀργῆς θυμοῦ σου. |
| 5 | Convert us, O God our saviour: and turn off thy anger from us. | Ἐπίστρεψον ἡμᾶς ὁ Θεὸς τῶν σωτηρίων ἡμῶν, καὶ ἀπόστρεψον τὸν θυμόν σου ἀφʼ ἡμῶν. |
| 6 | Wilt thou be angry with us for ever: or wilt thou extend thy wrath from generation to generation? | Μὴ εἰς τὸν αἰῶνα ὀργισθῇς ἡμῖν; ἢ διατενεῖς τὴν ὀργήν σου ἀπὸ γενεᾶς εἰς γενεάν; |
| 7 | Thou wilt turn, O God, and bring us to life: and thy people shall rejoice in thee. | Ὁ Θεὸς, σὺ ἐπιστρέψας ζωώσεις ἡμᾶς, καὶ ὁ λαός σου εὐφρανθήσεται ἐπὶ σοί. |
| 8 | Shew us, O Lord, thy mercy; and grant us thy salvation. | Δεῖξον ἡμῖν Κύριε τὸ ἔλεός σου, καὶ τὸ σωτήριόν σου δῴης ἡμῖν. |
| 9 | I will hear what the Lord God will speak in me: for he will speak peace unto his people: And unto his saints: and unto them that are converted to the heart. | Ἀκούσομαι τί λαλήσει ἐν ἐμοὶ Κύριος ὁ Θεὸς, ὅτι λαλήσει εἰρήνην ἐπὶ τὸν λαὸν αὐτοῦ, καὶ ἐπὶ τοὺς ὁσίους αὐτοῦ, καὶ ἐπὶ τοὺς ἐπιστρέφοντας πρὸς αὐτὸν καρδίαν. |
| 10 | Surely his salvation is near to them that fear him: that glory may dwell in our land. | Πλὴν ἐγγὺς τῶν φοβουμένων αὐτὸν τὸ σωτήριον αὐτοῦ, τοῦ κατασκηνῶσαι δόξαν ἐν τῇ γῇ ἡμῶν. |
| 11 | Mercy and truth have met each other: justice and peace have kissed. | Ἔλεος καὶ ἀλήθεια συνήντησαν, δικαιοσύνη καὶ εἰρήνη κατεφίλησαν. |
| 12 | Truth is sprung out of the earth: and justice hath looked down from heaven. | Ἀλήθεια ἐκ τῆς γῆς ἀνέτειλε, καὶ δικαιοσύνη ἐκ τοῦ οὐρανοῦ διέκυψε. |
| 13 | For the Lord will give goodness: and our earth shall yield her fruit. | Καὶ γὰρ ὁ Κύριος δώσει χρηστότητα, καὶ ἡ γῆ ἡμῶν δώσει τὸν καρπὸν αὐτῆς. |
| 14 | Justice shall walk before him: and shall set his steps in the way. | Δικαιοσύνη ἐναντίον αὐτοῦ προπορεύσεται, καὶ θήσει εἰς ὁδὸν τὰ διαβήματα αὐτοῦ. |
