Comparison
Psalms 131
Douay-Rheims and Septuagint (Sixtine edition, 1587), verse by verse.
| Douay-Rheims | Septuagint (Sixtine edition, 1587) | |
|---|---|---|
| 1 | O Lord, remember David, and all his meekness. | Ὠδὴ τῶν ἀναβαθμῶν. Μνήσθητι Κύριε τοῦ Δαυὶδ, καὶ πάσης τῆς πρᾳότητος αὐτοῦ· |
| 2 | How he swore to the Lord, he vowed a vow to the God of Jacob: | Ὡς ὤμοσε τῷ Κυρίῳ, ηὔξατο τῷ Θεῷ Ἰακώβ· |
| 3 | If I shall enter into the tabernacle of my house: if I shall go up into the bed wherein I lie: | Εἰ εἰσελεύσομαι εἰς σκήνωμα οἴκου μου, εἰ ἀναβήσομαι ἐπὶ κλίνης στρωμνῆς μου· |
| 4 | If I shall give sleep to my eyes, or slumber to my eyelids, | Εἰ δώσω ὕπνον τοῖς ὀφθαλμοῖς μοῦ, καὶ τοῖς βλεφάροις μου νυσταγμὸν, καὶ ἀνάπαυσιν τοῖς κροτάφοις μου· |
| 5 | Or rest to my temples: until I find out a place for the Lord, a tabernacle for the God of Jacob. | Ἕως οὗ εὕρω τόπον τῷ Κυρίῳ, σκήνωμα τῷ Θεῷ Ἰακώβ. |
| 6 | Behold we have heard of it in Ephrata: we have found it in the fields of the wood. | Ἰδοὺ ἠκούσαμεν αὐτὴν ἐν Ἐφραθὰ, εὕρομεν αὐτὴν ἐν τοῖς πεδίοις τοῦ δρυμοῦ. |
| 7 | We will go into his tabernacle: We will adore in the place where his feet stood. | Εἰσελευσώμεθα εἰς τὰ σκηνώματα αὐτοῦ· προσκυνήσωμεν εἰς τὸν τόπον οὗ ἔστησαν οἱ πόδες αὐτοῦ. |
| 8 | Arise, O Lord, into thy resting place: thou and the ark, which thou hast sanctified. | Ἀνάστηθι Κύριε εἰς τὴν ἀνάπαυσίν σου, σὺ καὶ ἡ κιβωτὸς τοῦ ἁγιάσματός σου. |
| 9 | Let thy priests be clothed with justice: and let thy saints rejoice. | Οἱ ἱερεῖς σου ἐνδύσονται δικαιοσύνην, καὶ οἱ ὅσιοί σου ἀγαλλιάσονται. |
| 10 | For thy servant David’s sake, turn not away the face of thy anointed. | Ἕνεκεν Δαυὶδ τοῦ δούλου σου, μὴ ἀποστρέψῃς τὸ πρόσωπον τοῦ χριστοῦ σου. |
| 11 | The Lord hath sworn truth to David, and he will not make it void: of the fruit of thy womb I will set upon thy throne. | Ὤμοσε Κύριος τῷ Δαυὶδ ἀλήθειαν, καὶ οὐ μὴ ἀθετήσει αὐτὴν, ἐκ καρποῦ τῆς κοιλίας σου, θήσομαι ἐπὶ τοῦ θρόνον σου. |
| 12 | If thy children will keep thy covenant, and these my testimonies which I shall teach them: Their children also for evermore shall sit upon thy throne. | Ἐὰν φυλάξωνται οἱ υἱοί σου τὴν διαθήκην μου, καὶ τὰ μαρτύριά μου ταῦτα ἃ διδάξω αὐτοὺς, καὶ οἱ υἱοὶ αὐτῶν ἕως τοῦ αἰῶνος καθιοῦνται ἐπὶ τοῦ θρόνου σου. |
| 13 | For the Lord hath chosen Sion: he hath chosen it for his dwelling. | Ὅτι ἐξελέξατο Κύριος τὴν Σιὼν, ᾑρετίσατο αὐτὴν εἰς κατοικίαν ἑαυτῷ. |
| 14 | This is my rest for ever and ever: here will I dwell, for I have chosen it. | Αὕτη ἡ κατάπαυσίς μου εἰς αἰῶνα αἰῶνος, ὧδε κατοικήσω ὅτι ᾑρετισάμην αὐτήν. |
| 15 | Blessing, I will bless her widow: I will satisfy her poor with bread. | Τὴν θήραν αὐτῆς εὐλογῶν εὐλογήσω, τοὺς πτωχοὺς αὐτῆς χορτάσω ἄρτων. |
| 16 | I will clothe her priests with salvation: and her saints shall rejoice with exceeding great joy. | Τοὺς ἱερεῖς αὐτῆς ἐνδύσω σωτηρίαν, καὶ οἱ ὅσιοι αὐτῆς ἀγαλλιάσει ἀγαλλιάσονται. |
| 17 | There will I bring forth a horn to David: I have prepared a lamp for my anointed. | Ἐκεῖ ἐξανατελῶ κέρας τῷ Δαυὶδ, ἡτοίμασα λύχνον τῷ χριστῷ σου. |
| 18 | His enemies I will clothe with confusion: but upon him will my sanctification flourish. | Τοὺς ἐχθροὺς αὐτοῦ ἐνδύσω αἰσχύνην, ἐπὶ δὲ αὐτὸν ἐξανθήσει τὸ ἁγίασμά μου. |
