Comparison
Psalms 32
Douay-Rheims and Septuagint (Sixtine edition, 1587), verse by verse.
| Douay-Rheims | Septuagint (Sixtine edition, 1587) | |
|---|---|---|
| 1 | A psalm for David. Rejoice in the Lord, O ye just: praise becometh the upright. | Τῷ Δαυίδ. Ἀγαλλιᾶσθε δίκαιοι ἐν τῷ Κυρίῳ, τοῖς εὐθέσι πρέπει αἴνεσις. |
| 2 | Give praise to the Lord on the harp; sing to him with the psaltery, the instrument of ten strings. | Ἐξομολογεῖσθε τῷ Κυρίῳ ἐν κιθάρᾳ, ἐν ψαλτηρίῳ δεκαχόρδῳ ψάλατε αὐτῷ. |
| 3 | Sing to him a new canticle, sing well unto him with a loud noise. | Ἄσατε αὐτῷ ᾆσμα καινὸν, καλῶς ψάλατε ἐν ἀλαλαγμῷ. |
| 4 | For the word of the Lord is right, and all his works are done with faithfulness. | Ὅτι εὐθὴς ὁ λόγος τοῦ Κυρίου, καὶ πάντα τὰ ἔργα αὐτοῦ ἐν πίστει. |
| 5 | He loveth mercy and judgment; the earth is full of the mercy of the Lord. | Ἀγαπᾷ ἐγεημοσύνην καὶ κρίσιν, τοῦ ἐλέους Κυρίου πλήρης ἡ γῆ. |
| 6 | By the word of the Lord the heavens were established; and all the power of them by the spirit of his mouth: | Τῷ λόγῳ τοῦ Κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν, καὶ τῷ πνεύματι τοῦ στόματος αὐτοῦ πᾶσα ἡ δύναμις αὐτῶν. |
| 7 | Gathering together the waters of the sea, as in a vessel; laying up the depths in storehouses. | Συνάγων ὡσεὶ ἀσκὸν ὕδατα θαλάσσης, τιθεὶς ἐν θησαυροῖς ἀβύσσους. |
| 8 | Let all the earth fear the Lord, and let all the inhabitants of the world be in awe of him. | Φόβηθήτω τὸν Κύριον πᾶσα ἡ γῆ, ἀπʼ αὐτοῦ δὲ σαλευθήτωσαν πάντες οἱ κατοικοῦντες τὴν οἰκουμένην. |
| 9 | For he spoke and they were made: he commanded and they were created. | Ὅτι αὐτὸς εἶπε καὶ ἐγενήθησαν, αὐτὸς ἐνετείλατο καὶ ἐκτίσθησαν. |
| 10 | The Lord bringeth to naught the counsels of nations; and he rejecteth the devices of people, and casteth away the counsels of princes. | Κύριος διασκεδάζει βουλὰς ἐθνῶν, ἀθετεῖ δὲ λογισμοὺς λαῶν, καὶ ἀθετεῖ βουλὰς ἀρχόντων. |
| 11 | But the counsel of the Lord standeth for ever: the thoughts of his heart to all generations. | Ἡ δὲ βουλὴ τοῦ Κυρίου εἰς τὸν αἰῶνα μένει, λογισμοὶ τῆς καρδίας αὐτοῦ ἀπὸ γενεῶν εἰς γενεάς. |
| 12 | Blessed is the nation whose God is the Lord: the people whom he hath chosen for his inheritance. | Μακάριον τὸ ἔθνος οὗ ἐστι Κύριος ὁ Θεὸς αὐτοῦ, λαὸς ὃν ἐξελέξατο εἰς κληρονομίαν ἑαυτῷ. |
| 13 | The Lord hath looked from heaven: he hath beheld all the sons of men. | Ἐξ οὐρανοῦ ἐπέβλεψεν ὁ Κύριος, εἶδε πάντας τοὺς υἱοὺς τῶν ἀνθρώπων. |
| 14 | From his habitation which he hath prepared, he hath looked upon all that dwell on the earth. | Ἐξ ἑτοίμου κατοικητηρίου αὐτοῦ ἐπέβλεψεν ἐπὶ πάντας τοὺς κατοικοῦντας τὴν γῆν. |
| 15 | He who hath made the hearts of every one of them: who understandeth all their works. | Ὁ πλάσας κατὰ μόνας τὰς καρδίας αὐτῶν, ὁ συνιεὶς πάντα τὰ ἔργα αὐτῶν. |
| 16 | The king is not saved by a great army: nor shall the giant be saved by his own great strength. | Οὐ σώζεται βασιλεὺς διὰ πολλὴν δύναμιν, καὶ γίγας οὐ σωθήσεται ἐν πλήθει ἰσχύος αὐτοῦ. |
| 17 | Vain is the horse for safety: neither shall he be saved by the abundance of his strength. | Ψευδὴς ἵππος εἰς σωτηρίαν, ἐν δὲ πλήθει δυνάμεως αὐτοῦ οὐ σωθήσεται. |
| 18 | Behold the eyes of the Lord are on them that fear him: and on them that hope in his mercy. | Ἰδοὺ οἱ ὀφθαλμοὶ Κυρίου ἐπὶ τοὺς φοβουμένους αὐτὸν, τοὺς ἐλπίζοντας ἐπὶ τὸ ἔλεος αὐτοῦ, |
| 19 | To deliver their souls from death; and feed them in famine. | ῥύσασθαι ἐκ θανάτου τὰς ψυχὰς αὐτῶν, καὶ διαθρέψαι αὐτοὺς ἐν λιμῷ. |
| 20 | Our soul waiteth for the Lord: for he is our helper and protector. | Ἡ ψυχὴ ἡμῶν ὑπομένει τῷ Κυρίῳ, ὅτι βοηθὸς καὶ ὑπερασπιστὴς ἡμῶν ἐστιν. |
| 21 | For in him our heart shall rejoice: and in his holy name we have trusted. | Ὅτι ἐν αὐτῷ εὐφρανθήσεται ἡ καρδία ἡμῶν, καὶ ἐν τῷ ὀνόματι τῷ ἁγίῳ αὐτοῦ ἠλπίσαμεν. |
| 22 | Let thy mercy, O Lord, be upon us, as we have hoped in thee. | Γένοιτο τὸ ἔλεός σου, Κύριε, ἐφʼ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ. |
