Comparison
Psalms 23
Douay-Rheims and Septuagint (Sixtine edition, 1587), verse by verse.
| Douay-Rheims | Septuagint (Sixtine edition, 1587) | |
|---|---|---|
| 1 | On the first day of the week, a psalm for David. The earth is the Lord’s and the fulness thereof: the world, and all they that dwell therein. | Ψαλμὸς τῷ Δαυὶδ τῆς μιᾶς σαββάτου. Τοῦ Κυρίου ἡ γῆ καὶ τὸ πλήρωμα αὐτῆς, ἡ οἰκουμένη καὶ πάντες οἱ κατοικοῦντες ἐν αὐτῇ. |
| 2 | For he hath founded it upon the seas; and hath prepared it upon the rivers. | Αὐτὸς ἐπὶ θαλασσῶν ἐθεμελιώσεν αὐτὴν, καὶ ἐπὶ ποταμῶν ἡτοίμασεν αὐτήν. |
| 3 | Who shall ascend into the mountain of the Lord: or who shall stand in his holy place? | Τίς ἀναβήσεται εἰς τὸ ὄρος τοῦ Κυρίου, καὶ τίς στήσεται ἐν τόπῳ ἁγίῳ αὐτοῦ; |
| 4 | The innocent in hands, and clean of heart, who hath not taken his soul in vain, nor sworn deceitfully to his neighbour. | Ἀθῶος χερσὶ καὶ καθαρὸς τῇ καρδίᾳ, ὃς οὐκ ἔλαβεν ἐπὶ ματαίῳ τὴν ψυχὴν αὐτοῦ, καὶ οὐκ ὤμοσεν ἐπὶ δόλῳ τῷ πλησίον αὐτοῦ. |
| 5 | He shall receive a blessing from the Lord, and mercy from God his Saviour. | Οὗτος λήψεται εὐλογίαν παρὰ Κυρίου, καὶ ἐλεημοσύνην παρὰ Θεοῦ σωτῆρος αὐτοῦ. |
| 6 | This is the generation of them that seek him, of them that seek the face of the God of Jacob. | Αὕτη ἡ γενεὰ ζητούντων αὐτὸν, ζητούντων τὸ πρόσωπον τοῦ Θεοῦ Ἰακώβ. διάψαλμα. |
| 7 | Lift up your gates, O ye princes, and be ye lifted up, O eternal gates: and the King of Glory shall enter in. | Ἄρατε πύλας οἱ ἄρχοντες ὑμῶν, καὶ ἐπάρθητε πύλαι αἰώνιοι, καὶ εἰσελεύσεται ὁ βασιλεὺς τῆς δόξης. |
| 8 | Who is this King of Glory? the Lord who is strong and mighty: the Lord mighty in battle. | Τίς ἐστιν οὗτος ὁ βασιλεὺς τῆς δόξης; Κύριος κραταιὸς καὶ δυνατὸς, Κύριος δυνατὸς ἐν πολέμῳ. |
| 9 | Lift up your gates, O ye princes, and be ye lifted up, O eternal gates: and the King of Glory shall enter in. | Ἄρατε πύλας οἱ ἄρχοντες ὑμῶν, καὶ ἐπάρθητε πύλαι αἰώνιοι, καὶ εἰσελεύσεται ὁ βασιλεὺς τῆς δόξης. |
| 10 | Who is this King of Glory? the Lord of hosts, he is the King of Glory. | Τίς ἐστιν οὗτος ὁ βασιλεὺς τῆς δόξης; Κύριος τῶν δυνάμεων, αὐτός ἐστιν οὗτος ὁ βασιλεὺς τῆς δόξης. |
