Comparison
Psalms 72
Douay-Rheims and Septuagint (Sixtine edition, 1587), verse by verse.
| Douay-Rheims | Septuagint (Sixtine edition, 1587) | |
|---|---|---|
| 1 | A psalm for Asaph. How good is God to Israel, to them that are of a right heart! | Ψαλμὸς τῷ Ἀσάφ. Ὡς ἀγαθὸς ὁ Θεὸς τῷ Ἰσραὴλ, τοῖς εὐθέσι καρδίᾳ. |
| 2 | But my feet were almost moved; my steps had well nigh slipped. | Ἐμοῦ δὲ παρὰ μικρὸν ἐσαλεύθησαν οἱ πόδες, παρʼ ὀλίγον ἐξεχύθη τὰ διαβήματά μου. |
| 3 | Because I had a zeal on occasion of the wicked, seeing the prosperity of sinners. | Ὅτι ἐζήλωσα ἐπὶ τοῖς ἀνόμοις, εἰρήνην ἁμαρτωλῶν θεωρῶν. |
| 4 | For there is no regard to their death, nor is there strength in their stripes. | Ὅτι οὐκ ἔστιν ἀνάνευσις ἐν τῷ θανάτῳ αὐτῶν, καὶ στερέωμα ἐν τῇ μάστιγι αὐτῶν. |
| 5 | They are not in the labour of men: neither shall they be scourged like other men. | Ἐν κόποις ἀνθρώπων οὐκ εἰσὶ, καὶ μετὰ ἀνθρώπων οὐ μαστιγωθήσονται. |
| 6 | Therefore pride hath held them fast: they are covered with their iniquity and their wickedness. | Διὰ τοῦτο ἐκράτησεν αὐτοὺς ἡ ὑπερηφανία, περιεβάλοντο ἀδικίαν καὶ ἀσέβειαν αὐτῶν. |
| 7 | Their iniquity hath come forth, as it were from fatness: they have passed into the affection of the heart. | Ἐξελεύσεται ὡς ἐκ στέατος ἡ ἀδικία αὐτῶν· διῆλθον εἰς διάθεσιν καρδίας. |
| 8 | They have thought and spoken wickedness: they have spoken iniquity on high. | Διενοήθησαν, καὶ ἐλάλησαν ἐν πονηρίᾳ, ἀδικίαν εἰς τὸ ὕψος ἐλάλησαν. |
| 9 | They have set their mouth against heaven: and their tongue hath passed through the earth. | Ἔθεντο εἰς οὐρανὸν τὸ στόμα αὐτῶν, καὶ ἡ γλῶσσα αὐτῶν διῆλθεν ἐπὶ τῆς γῆς. |
| 10 | Therefore will my people return here and full days shall be found in them. | Διὰ τοῦτο ἐπιστρέψει ὁ λαός μου ἐνταῦθα, καὶ ἡμέραι πλήρεις εὑρεθήσονται ἐν αὐτοῖς. |
| 11 | And they said: How doth God know? and is there knowledge in the most High? | Καὶ εἶπαν, πῶς ἔγνω ὁ Θεὸς, καὶ εἰ ἔστι γνῶσις ἐν τῷ ὑψίστῳ; |
| 12 | Behold these are sinners; and yet abounding in the world they have obtained riches. | Ἰδοὺ οὗτοι οἱ ἁμαρτωλοὶ καὶ εὐθηνοῦντες εἰς τὸν αἰῶνα, κατέσχον πλούτου. |
| 13 | And I said: Then have I in vain justified my heart, and washed my hands among the innocent. | Καὶ εἶπα, ἄρα ματαίως ἐδικαίωσα τὴν καρδίαν μου, καὶ ἐνιψάμην ἐν ἀθώοις τὰς χεῖράς μου· |
| 14 | And I have been scourged all the day; and my chastisement hath been in the mornings. | Καὶ ἐγενόμην μεμαστιγωμένος ὅλην τὴν ἡμέραν, καὶ ὁ ἔλεγχός μου εἰς τὰς πρωΐας. |
| 15 | If I said: I will speak thus; behold I should condemn the generation of thy children. | Εἰ ἔλεγον, διηγήσομαι οὕτως, ἰδοὺ τῇ γενεᾷ τῶν υἱῶν σου ἠσυνθέτηκα. |
| 16 | I studied that I might know this thing, it is a labour in my sight: | Καὶ ὑπέλαβον τοῦ γνῶναι, τοῦτο κόπος ἐστὶν ἐναντίον μου, |
| 17 | Until I go into the sanctuary of God, and understand concerning their last ends. | ἕως εἰσέλθω εἰς τὸ ἁγιαστήριον τοῦ Θεοῦ, συνῶ εἰς τὰ ἔσχατα. |
| 18 | But indeed for deceits thou hast put it to them: when they were lifted up thou hast cast them down. | Πλὴν διὰ τὰς δολιότητας ἔθου αὐτοῖς, κατέβαλες αὐτοὺς ἐν τῷ ἐπαρθῆναι. |
| 19 | How are they brought to desolation? they have suddenly ceased to be: they have perished by reason of their iniquity. | Πῶς ἐγένοντο εἰς ἐρήμωσιν; ἐξάπινα ἐξέλιπον, ἀπώλοντο διὰ τὴν ἀνομίαν αὐτῶν. |
| 20 | As the dream of them that awake, O Lord; so in thy city thou shalt bring their image to nothing. | Ὡσεὶ ἐνύπνιον ἐξεγειρομένου, Κύριε ἐν τῇ πόλει σου τὴν εἰκόνα αὐτῶν ἐξουδενώσεις. |
| 21 | For my heart hath been inflamed, and my reins have been changed: | Ὅτι ηὐφράνθη ἡ καρδία μου, καὶ οἱ νεφροί μου ἠλλοιώθησαν. |
| 22 | And I am brought to nothing, and I knew not. | Κᾀγὼ ἐξουδενωμένος, καὶ οὐκ ἔγνων, κτηνώδης ἐγενόμην παρὰ σοὶ, |
| 23 | I am become as a beast before thee: and I am always with thee. | κᾀγὼ διαπαντὸς μετὰ σου· ἐκράτησας τῆς χειρὸς τῆς δεξιᾶς μου, |
| 24 | Thou hast held me by my right hand; and by thy will thou hast conducted me, and with thy glory thou hast received me. | ἐν τῇ βουλῇ σου ὡδήγησάς με, καὶ μετὰ δόξης προσελάβου με. |
| 25 | For what have I in heaven? and besides thee what do I desire upon earth? | Τί γάρ μοι ὑπάρχει ἐν τῷ οὐρανῷ, καὶ παρὰ σοῦ τί ἠθέλησα ἐπὶ τῆς γῆς; |
| 26 | For thee my flesh and my heart hath fainted away: thou art the God of my heart, and the God that is my portion for ever. | Ἐξέλιπεν ἡ καρδία μου καὶ ἡ σάρξ μου, ὁ Θεὸς τῆς καρδίας μου, καὶ ἡ μερίς μου ὁ Θεὸς εἰς τὸν αἰῶνα. |
| 27 | For behold they that go far from thee shall perish: thou hast destroyed all them that are disloyal to thee. | Ὅτι ἰδοὺ οἱ μακρύνοντες ἑαυτοὺς ἀπὸ σοῦ, ἀπολοῦνται· ἐξωλόθρευσας πάντα τὸν πορνεύοντα ἀπὸ σοῦ. |
| 28 | But it is good for me to adhere to my God, to put my hope in the Lord God: That I may declare all thy praises, in the gates of the daughter of Sion. | Ἐμοὶ δὲ τὸ προσκολλᾶσθαι τῷ Θεῷ ἀγαθόν ἐστι, τίθεσθαι ἐν τῷ Κυρίῳ τὴν ἐλπίδα μου· τοῦ ἐξαγγεῖλαι πάσας τὰς αἰνέσεις σου ἐν ταῖς πύλαις τῆς θυγατρὸς Σιών. |
