Comparison
Psalms 6
Douay-Rheims and Septuagint (Sixtine edition, 1587), verse by verse.
| Douay-Rheims | Septuagint (Sixtine edition, 1587) | |
|---|---|---|
| 1 | Unto the end, in verses, a psalm for David, for the octave. | Εἰς τὸ τέλος, ἐν ὕμνοις ὑπὲρ τῆς ὀγδόης, ψαλμὸς τῷ Δαυίδ. |
| 2 | O Lord, rebuke me not in thy indignation, nor chastise me in thy wrath. | Κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με, μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς με. |
| 3 | Have mercy on me, O Lord, for I am weak: heal me, O Lord, for my bones are troubled. | Ἐλέησόν με Κύριε, ὅτι ἀσθενής εἰμι· ἴασαί με Κύριε, ὅτι ἐταράχθη τὰ ὀστᾶ μου. |
| 4 | And my soul is troubled exceedingly: but thou, O Lord, how long? | Καὶ ἡ ψυχή μου ἐταράχθη σφόδρα· καὶ σὺ Κύριε ἕως πότε; |
| 5 | Turn to me, O Lord, and deliver my soul: O save me for thy mercy’s sake. | Ἐπίστρεψον Κύριε, ῥῦσαι τὴν ψυχήν μου· σῶσόν με ἕνεκεν τοῦ ἐλέους σου, |
| 6 | For there is no one in death, that is mindful of thee: and who shall confess to thee in hell? | ὅτι οὐκ ἔστιν ἐν τῷ θανάτῳ ὁ μνημονεύων σου, ἐν δὲ τῷ ᾅδῃ τίς ἐξομολογήσεταί σοι; |
| 7 | I have laboured in my groanings, every night I will wash my bed: I will water my couch with my tears. | Ἐκοπίασα ἐν στεναγμῷ μου, λούσω καθʼ ἑκάστην νύκτα τὴν κλίνην μου, ἐν δάκρυσί μου τὴν στρωμνήν μου βρέξω. |
| 8 | My eye is troubled through indignation: I have grown old amongst all my enemies. | Ἐταράχθη ἀπὸ θυμοῦ ὁ ὀφθαλμός μου, ἐπαλαιώθην ἐν πᾶσι τοῖς ἐχθροῖς μου. |
| 9 | Depart from me, all ye workers of iniquity: for the Lord hath heard the voice of my weeping. | Ἀπόστητε ἀπʼ ἐμοῦ πάντες οἱ ἐργαζόμενοι τὴν ἀνομίαν, ὅτι εἰσήκουσε Κύριος τῆς φωνῆς τοῦ κλαυθμοῦ μου. |
| 10 | The Lord hath heard my supplication: the Lord hath received my prayer. | Εἰσήκουσε Κύριος τῆς δεήσεώς μου, Κύριος τὴν προσευχήν μου προσεδέξατο. |
| 11 | Let all my enemies be ashamed, and be very much troubled: let them be turned back, and be ashamed very speedily. | Αἰσχυνθείησαν καὶ ταραχθείησαν σφόδρα πάντες οἱ ἐχθροί μου, ἐπιστραφείησαν καὶ αἰσχυνθείησαν σφόδρα διὰ τάχους. |
