Comparison
Psalms 101
Douay-Rheims and Septuagint (Sixtine edition, 1587), verse by verse.
| Douay-Rheims | Septuagint (Sixtine edition, 1587) | |
|---|---|---|
| 1 | The prayer of the poor man, when he was anxious, and poured out his supplication before the Lord. | Προσευχὴ τῷ πτωχῷ, ὅταν ἀκηδιάσῃ, καὶ ἐναντίον Κυρίου ἐκχέῃ τὴν δέησιν αὐτοῦ. |
| 2 | Hear, O Lord, my prayer: and let my cry come to thee. | Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, καὶ ἡ κραυγή μου πρὸς σὲ ἐλθέτω. |
| 3 | Turn not away thy face from me: in the day when I am in trouble, incline thy ear to me. In what day soever I shall call upon thee, hear me speedily. | Μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπʼ ἐμοῦ· ἐν ᾗ ἂν ἡμέρᾳ θλίβομαι, κλῖνον πρὸς μὲ τὸ οὖς σου· ἐν ᾗ ἂν ἡμέρᾳ ἐπικαλέσωμαί σε, ταχὺ εἰσάκουσόν μου. |
| 4 | For my days are vanished like smoke: and my bones are grown dry like fuel for the fire. | Ὅτι ἐξέλιπον ὡσεὶ καπνὸς αἱ ἡμέραι μου, καὶ τὰ ὀστᾶ μου ὡσεὶ φρύγιον συνεφρύγησαν. |
| 5 | I am smitten as grass, and my heart is withered: because I forgot to eat my bread. | Ἐπλήγην ὡσεὶ χόρτος, καὶ ἐξηράνθη ἡ καρδία μου, ὅτι ἐπελαθόμην τοῦ φαγεῖν τὸν ἄρτον μου. |
| 6 | Through the voice of my groaning, my bone hath cleaved to my flesh. | Ἀπὸ φωνῆς τοῦ στεναγμοῦ μου, ἐκολλήθη τὸ ὀστοῦν μου τῇ σαρκί μου. |
| 7 | I am become like to a pelican of the wilderness: I am like a night raven in the house. | Ὡμοιώθην πελεκᾶνι ἐρημικῷ, ἐγενήθην ὡσεὶ νυκτικόραξ ἐν οἰκοπέδῳ. |
| 8 | I have watched, and am become as a sparrow all alone on the housetop. | Ἠγρύπνησα, καὶ ἐγενήθην ὡσεὶ στρουθίον μονάζον ἐπὶ δώματι. |
| 9 | All the day long my enemies reproached me: and they that praised me did swear against me. | Ὅλην τὴν ἡμέραν ὠνείδιζόν με οἱ ἐχθροί μου, καὶ οἱ ἐπαινοῦντές με κατʼ ἐμοῦ ὤμνυον. |
| 10 | For I did eat ashes like bread, and mingled my drink with weeping. | Ὅτι σποδὸν ὡσεὶ ἄρτον ἔφαγον, καὶ τὸ πόμα μου μετὰ κλαυθμοῦ ἐκίρνων, |
| 11 | Because of thy anger and indignation: for having lifted me up thou hast thrown me down. | ἀπὸ προσώπου τῆς ὀργῆς σου καὶ τοῦ θυμοῦ σου, ὅτι ἐπάρας κατέῤῥαξάς με. |
| 12 | My days have declined like a shadow, and I am withered like grass. | Αἱ ἡμέραι μου ὡσεὶ σκιὰ ἐκλίθησαν, κᾀγὼ ὡσεὶ χόρτος ἐξηράνθην. |
| 13 | But thou, O Lord, endurest for ever: and thy memorial to all generations. | Σὺ δέ Κύριε εἰς τὸν αἰῶνα μένεις, καὶ τὸ μνημόσυνόν σου εἰς γενεὰν καὶ γενεάν. |
| 14 | Thou shalt arise and have mercy on Sion: for it is time to have mercy on it, for the time is come. | Σὺ ἀναστὰς οἰκτειρήσεις τὴν Σιὼν, ὅτι καιρὸς τοῦ οἰκτειρῆσαι αὐτὴν, ὅτι ἥκει καιρός. |
| 15 | For the stones thereof have pleased thy servants: and they shall have pity on the earth thereof. | Ὅτι εὐδόκησαν οἱ δοῦλοί σου τοὺς λίθους αὐτῆς, καὶ τὸν χοῦν αὐτῆς οἰκτειρήσουσι. |
| 16 | And the Gentiles shall fear thy name, O Lord, and all the kings of the earth thy glory. | Καὶ φοβηθήσονται τὰ ἔθνη τὸ ὄνομά σου Κύριε, καὶ πάντες οἱ βασιλεῖς τὴν δόξαν σου. |
| 17 | For the Lord hath built up Sion: and he shall be seen in his glory. | Ὅτι οἰκοδομήσει Κύριος τὴν Σιὼν, καὶ ὀφθήσεται ἐν τῇ δόξῃ αὐτοῦ. |
| 18 | He hath had regard to the prayer of the humble: and he hath not despised their petition. | Ἐπέβλεψεν ἐπὶ τὴν προσευχὴν τῶν ταπεινῶν, καὶ οὐκ ἐξουδένωσε τὴν δέησιν αὐτῶν. |
| 19 | Let these things be written unto another generation: and the people that shall be created shall praise the Lord: | Γραφήτω αὕτη εἰς γενεὰν ἑτέραν, καὶ λαὸς ὁ κτιζόμενος αἰνέσει τὸν Κύριον. |
| 20 | Because he hath looked forth from his high sanctuary: from heaven the Lord hath looked upon the earth. | Ὅτι ἐξέκυψεν ἐξ ὕψους ἁγίου αὐτοῦ, Κύριος ἐξ οὐρανοῦ ἐπὶ τὴν γῆν ἐπέβλεψε, |
| 21 | That he might hear the groans of them that are in fetters: that he might release the children of the slain: | τοῦ ἀκοῦσαι τοῦ στεναγμοῦ τῶν πεπεδημένων, τοῦ λῦσαι τοὺς υἱοὺς τῶν τεθανατωμένων, |
| 22 | That they may declare the name of the Lord in Sion: and his praise in Jerusalem; | τοῦ ἀναγγεῖλαι ἐν Σιὼν τὸ ὄνομα Κυρίου, καὶ τὴν αἴνεσιν αὐτοῦ ἐν Ἱερουσαλήμ· |
| 23 | When the people assemble together, and kings, to serve the Lord. | ἐν τῷ συναχθῆναι λαοὺς ἐπιτοαυτὸ, καὶ βασιλεῖς τοῦ δουλεύειν τῷ Κυρίῳ. |
| 24 | He answered him in the way of his strength: Declare unto me the fewness of my days. | Ἀπεκρίθη αὐτῷ ἐν ὁδῷ ἰσχύος αὐτοῦ, τὴν ὀλιγότητα τῶν ἡμερῶν μου ἀνάγγειλόν μοι· |
| 25 | Call me not away in the midst of my days: thy years are unto generation and generation. | μὴ ἀναγάγῃς με ἐν ἡμίσει ἡμερῶν μου, ἐν γενεᾷ γενεῶν τὰ ἔτη σου. |
| 26 | In the beginning, O Lord, thou foundedst the earth: and the heavens are the works of thy hands. | Κατʼ ἀρχὰς τὴν γῆν σὺ Κύριε ἐθεμελίωσας, καὶ ἔργα τῶν χειρῶν σου εἰσὶν οἱ οὐρανοί. |
| 27 | They shall perish but thou remainest: and all of them shall grow old like a garment: And as a vesture thou shalt change them, and they shall be changed. | Αὐτοὶ ἀπολοῦνται, σὺ δὲ διαμένεις· καὶ πάντες ὡς ἱμάτιον παλαιωθήσονται, καὶ ὡσεὶ περιβόλαιον ἑλίξεις αὐτοὺς, καὶ ἀλλαγήσονται. |
| 28 | But thou art always the selfsame, and thy years shall not fail. | Σὺ δὲ ὁ αὐτὸς εἶ, καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσιν· |
| 29 | The children of thy servants shall continue: and their seed shall be directed for ever. | Οἱ υἱοῖ τῶν δούλων σου κατασκηνώσουσι, καὶ τὸ σπέρμα αὐτῶν εἰς τὸν αἰῶνα κατευθυνθήσεται. |
