Comparison
Psalms 82
Douay-Rheims and Septuagint (Sixtine edition, 1587), verse by verse.
| Douay-Rheims | Septuagint (Sixtine edition, 1587) | |
|---|---|---|
| 1 | A canticle of a psalm for Asaph. | Ὠδὴ ψαλμοῦ τῷ Ἀσάφ. |
| 2 | O God, who shall be like to thee? hold not thy peace, neither be thou still, O God. | Ὁ Θεὸς, τίς ὁμοιωθήσεταί σοι; μὴ σιγήσῃς, μηδὲ καταπραΰνῃς ὁ Θεός. |
| 3 | For lo, thy enemies have made a noise: and they that hate thee have lifted up the head. | Ὅτι ἰδοὺ οἱ ἐχθροί σου ἤχησαν· καὶ οἱ μισοῦντές σε ᾖραν κεφαλήν. |
| 4 | They have taken a malicious counsel against thy people, and have consulted against thy saints. | Ἐπὶ τὸν λαόν σου κατεπανουργεύσαντο γνώμην, καὶ ἐβουλεύσαντο κατὰ τῶν ἁγίων σου. |
| 5 | They have said: Come and let us destroy them, so that they be not a nation: and let the name of Israel be remembered no more. | Εἶπαν, δεῦτε καὶ ἐξολοθρεύσωμεν αὐτοὺς ἐξ ἔθνους, καὶ οὐ μὴ μνησθῇ τὸ ὄνομα Ἰσραὴλ ἔτι. |
| 6 | For they have contrived with one consent: they have made a covenant together against thee, | Ὅτι ἐβουλεύσαντο ἐν ὁμονοίᾳ ἐπιτοαυτὸ, κατὰ σοῦ διαθήκην διέθεντο· |
| 7 | The tabernacles of the Edomites, and the Ismahelites: Moab, and the Agarens, | Τὰ σκηνώματα τῶν Ἰδουμαίων καὶ οἱ Ἰσμαηλῖται, Μωὰβ καὶ οἱ Ἀγαρηνοὶ, |
| 8 | Gebal, and Ammon and Amalec: the Philistines, with the inhabitants of Tyre. | Γεβὰλ καὶ Ἀμμὼν καὶ Ἀμαλὴκ, καὶ ἀλλόφυλοι μετὰ τῶν κατοικούντων Τύρον. |
| 9 | Yea, and the Assyrian also is joined with them: they are come to the aid of the sons of Lot. | Καὶ γὰρ καὶ Ἀσσοὺρ συμπαρεγένετο μετʼ αὐτῶν, ἐγενήθησαν εἰς ἀντίληψιν τοῖς υἱοῖς Λώτ· διάψαλμα. |
| 10 | Do to them as thou didst to Madian and to Sisara: as to Jabin at the brook of Cisson. | Ποίησον αὐτοῖς ὡς τῇ Μαδιὰμ καὶ τῷ Σεισάρᾳ, ὡς τῷ Ἰαβεὶν ἐν τῷ χειμάῤῥῳ Κεισῶν. |
| 11 | Who perished at Endor: and became as dung for the earth. | Ἐξωλοθρεύθησαν ἐν Ἀενδὼρ, ἐγενήθησαν ὡσεὶ κόπρος τῇ γῇ. |
| 12 | Make their princes like Oreb, and Zeb, and Zebee, and Salmana. All their princes, | Θοῦ τοὺς ἄρχοντας αὐτῶν ὡς τὸν Ὠρὴβ καὶ Ζὴβ καὶ Ζεβεὲ καὶ Σαλμανὰ, πάντας τοὺς ἄρχοντας αὐτῶν· |
| 13 | Who have said: Let us possess the sanctuary of God for an inheritance. | Οἵτινες εἶπαν, κληρονομήσωμεν ἑαυτοῖς τὸ θυσιαστήριον τοῦ Θεοῦ. |
| 14 | O my God, make them like a wheel; and as stubble before the wind. | Ὁ Θεός μου θοῦ αὐτοὺς ὡς τροχὸν, ὡς καλάμην κατὰ πρόσωπον ἀνέμου. |
| 15 | As fire which burneth the wood: and as a flame burning mountains: | Ὡσεὶ πῦρ ὃ διαφλέξει δρυμὸν, ὡσεὶ φλὸξ κατακαύσαι ὄρη· |
| 16 | So shalt thou pursue them with thy tempest: and shalt trouble them in thy wrath. | Οὕτως καταδιώξεις αὐτοὺς ἐν τῇ καταιγίδι σου, καὶ ἐν τῇ ὀργῇ σου ταράξεις αὐτούς. |
| 17 | Fill their faces with shame; and they shall seek thy name, O Lord. | Πλήρωσον τὰ πρόσωπα αὐτῶν ἀτιμίας, καὶ ζητήσουσι τὸ ὄνομά σου Κύριε. |
| 18 | Let them be ashamed and troubled for ever and ever: and let them be confounded and perish. | Αἰσχυνθήτωσαν καὶ ταραχθήτωσαν εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, καὶ ἐντραπήτωσαν καὶ ἀπολέσθωσαν. |
| 19 | And let them know that the Lord is thy name: thou alone art the most High over all the earth. | Καὶ γνώτωσαν ὅτι ὄνομά σοι Κύριος· σὺ μόνος ὕψιστος ἐπὶ πᾶσαν τὴν γῆν. |
