Comparison
Psalms 33
Douay-Rheims and Septuagint (Sixtine edition, 1587), verse by verse.
| Douay-Rheims | Septuagint (Sixtine edition, 1587) | |
|---|---|---|
| 1 | For David, when he changed his countenance before Achimelech, who dismissed him, and he went his way. | Τῷ Δαυὶδ, ὁπότε ἠλλοίωσε τὸ πρόσωπον αὐτοῦ ἐναντίον Ἀβιμέλεχ, καὶ ἀπέλυσεν αὐτὸν, καὶ ἀπῆλθεν. |
| 2 | I will bless the Lord at all times, his praise shall be always in my mouth. | Εὐλογήσω τὸν Κύριον ἐν παντὶ καιρῷ, διαπαντὸς ἡ αἴνεσις αὐτοῦ ἐν τῷ στόματί μου. |
| 3 | In the Lord shall my soul be praised: let the meek hear and rejoice. | Ἐν τῷ Κυρίῳ ἐπαινεθήσεται ἡ ψυχή μου· ἀκουσάτωσαν πρᾳεῖς καὶ εὐφρανθήτωσαν. |
| 4 | O magnify the Lord with me; and let us extol his name together. | Μεγαλύνατε τὸν Κύριον σὺν ἐμοὶ, καὶ ὑψώσωμεν τὸ ὄνομα αὐτοῦ ἐπιτοαυτό. |
| 5 | I sought the Lord, and he heard me; and he delivered me from all my troubles. | Ἐξεζήτησα τὸν Κύριον καὶ ἐπήκουσέ μου, καὶ ἐκ πασῶν τῶν παροικιῶν μου ἐῤῥύσατό με· |
| 6 | Come ye to him and be enlightened: and your faces shall not be confounded. | Προσέλθατε πρὸς αὐτὸν καὶ φωτίσθητε, καὶ τὰ πρόσωπα ὑμῶν οὐ μὴ καταισχυνθῇ· |
| 7 | This poor man cried, and the Lord heard him: and saved him out of all his troubles. | Οὗτος ὁ πτωχὸς ἐκέκραξε, καὶ ὁ Κύριος εἰσήκουσεν αὐτοῦ, καὶ ἐκ πασῶν τῶν θλίψεων αὐτοῦ ἔσωσεν αὐτόν. |
| 8 | The angel of the Lord shall encamp round about them that fear him: and shall deliver them. | Παρεμβαλεῖ ἄγγελος Κυρίου κύκλῳ τῶν φοβουμένων αὐτὸν, καὶ ῥύσεται αὐτούς. |
| 9 | O taste, and see that the Lord is sweet: blessed is the man that hopeth in him. | Γεύσασθε καὶ ἴδετε ὅτι χρηστὸς ὁ Κύριος, μακάριος ἀνὴρ ὃς ἐλπίζει ἐπʼ αὐτόν. |
| 10 | Fear the Lord, all ye his saints: for there is no want to them that fear him. | φοβήθητε τὸν Κύριον πάντες οἱ ἅγιοι αὐτοῦ, ὅτι οὐκ ἔστιν ὑστέρημα τοῖς φοβουμένοις αὐτόν. |
| 11 | The rich have wanted, and have suffered hunger: but they that seek the Lord shall not be deprived of any good. | Πλούσιοι ἐπτώχευσαν καὶ ἐπείνασαν, οἱ δὲ ἐκζητοῦντες τὸν Κύριον οὐκ ἐλαττωθήσονται παντὸς ἀγαθοῦ· διάψαλμα. |
| 12 | Come, children, hearken to me: I will teach you the fear of the Lord. | Δεῦτε τέκνα, ἀκούσατέ μου, φόβον Κυρίου διδάξω ὑμᾶς. |
| 13 | Who is the man that desireth life: who loveth to see good days? | Τίς ἐστιν ἄνθρωπος ὁ θέλων ζωὴν, ἀγαπῶν ἡμέρας ἰδεῖν ἀγαθάς; |
| 14 | Keep thy tongue from evil, and thy lips from speaking guile. | Παῦσον τὴν γνῶσσάν σου ἀπὸ κακοῦ, καὶ χείλη σου τοῦ μὴ λαλῆσαι δόλον. |
| 15 | Turn away from evil and do good: seek after peace and pursue it. | Ἔκκλινον ἀπὸ κακοῦ, καὶ ποίησον ἀγαθὸν· ζήτησον εἰρήνην, καὶ δίωξον αὐτήν. |
| 16 | The eyes of the Lord are upon the just: and his ears unto their prayers. | Οφθαλμοὶ Κυρίου ἐπὶ δικαίους, καὶ ὦτα αὐτοῦ εἰς δέησιν αὐτῶν· |
| 17 | But the countenance of the Lord is against them that do evil things: to cut off the remembrance of them from the earth. | Πρόσωπον δὲ Κυρίου ἐπὶ ποιοῦντας κακὰ, τοῦ ἐξολοθρεῦσαι ἐκ γῆς τὸ μνημόσυνον αὐτῶν. |
| 18 | The just cried, and the Lord heard them: and delivered them out of all their troubles. | Ἐκέκραξαν οἱ δίκαιοι, καὶ ὁ Κύριος εἰσήκουσεν αὐτῶν, καὶ ἐκ πασῶν τῶν θλίψεων αὐτῶν ἐῤῥύσατο αὐτούς. |
| 19 | The Lord is nigh unto them that are of a contrite heart: and he will save the humble of spirit. | Ἐγγὺς Κύριος τοῖς συντετριμμένοις τὴν καρδίαν, καὶ τοὺς ταπεινοὺς τῷ πνεύματι σώσει. |
| 20 | Many are the afflictions of the just; but out of them all will the Lord deliver them. | Πολλαὶ αἱ θλίψεις τῶν δικαίων, καὶ ἐκ πασῶν αὐτῶν ῥύσεται αὐτοὺς |
| 21 | The Lord keepeth all their bones, not one of them shall be broken. | ὁ Κύριος. Φυλάσσει πάντα τὰ ὀστᾶ αὐτῶν, ἓν ἐξ αὐτῶν οὐ συντριβήσεται. |
| 22 | The death of the wicked is very evil: and they that hate the just shall be guilty. | Θάνατος ἁμαρτωλῶν πονηρὸς, καὶ οἱ μισοῦντες τὸ δίκαιον πλημμελήσουσι. |
| 23 | The Lord will redeem the souls of his servants: and none of them that trust in him shall offend. | Λυτρώσεται Κύριος ψυχὰς δούλων αὐτοῦ, καὶ οὐ μὴ πλημμελήσουσι πάντες οἱ ἐλπίζοντες ἐπʼ αὐτόν. |
