Comparison
Psalms 96
Douay-Rheims and Septuagint (Sixtine edition, 1587), verse by verse.
| Douay-Rheims | Septuagint (Sixtine edition, 1587) | |
|---|---|---|
| 1 | For the same David, when his land was restored again to him. The Lord hath reigned, let the earth rejoice: let many islands be glad. | Τῷ Δαυὶδ, ὅτε ἡ γῆ αὐτοῦ καθίσταται. Ὁ Κύριος ἐβασίλευσεν, ἀγαλλιάσθω ἡ γῆ, εὐφρανθήτωσαν νῆσοι πολλαί. |
| 2 | Clouds and darkness are round about him: justice and judgment are the establishment of his throne. | Νεφέλη καὶ γνόφος κύκλῳ αὐτοῦ, δικαιοσύνη καὶ κρίμα κατόρθωσις τοῦ θρόνου αὐτοῦ. |
| 3 | A fire shall go before him, and shall burn his enemies round about. | Πῦρ ἐναντίον αὐτοῦ προπορεύσεται, καὶ φλογιεῖ κύκλῳ τοὺς ἐχθροὺς αὐτοῦ. |
| 4 | His lightnings have shone forth to the world: the earth saw and trembled. | Ἔφαναν αἱ ἀστραπαὶ αὐτοῦ τῇ οἰκουμένῃ, εἶδε καὶ ἐσαλεύθη ἡ γῆ· |
| 5 | The mountains melted like wax, at the presence of the Lord: at the presence of the Lord of all the earth. | τὰ ὄρη ὡσεὶ κηρὸς ἐτάκησαν ἀπὸ προσώπου Κυρίου, ἀπὸ προσώπου Κυρίου πάσης τῆς γῆς. |
| 6 | The heavens declared his justice: and all people saw his glory. | Ἀνήγγειλαν αἱ οὐρανοὶ τὴν δικαιοσύνην αὐτοῦ, καὶ εἴδοσαν πάντες οἱ λαοὶ τὴν δόξαν αὐτοῦ. |
| 7 | Let them be all confounded that adore graven things, and that glory in their idols. Adore him, all you his angels: | Αἰσχυνθήτωσαν πάντες οἱ προσκυνοῦντες τοῖς γλυπτοῖς, οἱ ἐγκαυχώμενοι ἐν τοῖς εἰδώλοις αὐτῶν· προσκυνήσατε αὐτῷ πάντες ἄγγελοι αὐτοῦ. |
| 8 | Sion heard, and was glad. And the daughters of Juda rejoiced, because of thy judgments, O Lord. | Ἤκουσε καὶ εὐφράνθη Σιὼν, καὶ ἠγαλλιάσαντο αἱ θυγατέρες τῆς Ἰουδαίας, ἕνεκεν τῶν κριμάτων σου Κύριε. |
| 9 | For thou art the most high Lord over all the earth: thou art exalted exceedingly above all gods. | Ὅτι σὺ εἶ Κύριος ὁ ὕψιστος ἐπὶ πᾶσαν τὴν γῆν, σφόδρα ὑπερυψώθης ὑπὲρ πάντας τοὺς θεούς. |
| 10 | You that love the Lord, hate evil: the Lord preserveth the souls of his saints, he will deliver them out of the hand of the sinner. | Οἱ ἀγαπῶντες τὸν Κύριον, μισεῖτε πονηρόν· φυλάσσει Κύριος τὰς ψυχὰς τῶν ὁσίων αὐτοῦ, ἐκ χειρὸς ἁμαρτωλῶν ῥύσεται αὐτούς. |
| 11 | Light is risen to the just, and joy to the right of heart. | Φῶς ἀνέτειλε τῷ δικαίῳ, καὶ τοῖς εὐθέσι τῇ καρδίᾳ εὐφροσύνη. |
| 12 | Rejoice, ye just, in the Lord: and give praise to the remembrance of his holiness. | Εὐφράνθητε δίκαιοι ἐν τῷ Κυρίῳ, καὶ ἐξομολογεῖσθε τῇ μνήμῃ τῆς ἁγιωσύνης αὐτοῦ. |
