Comparison
Psalms 37
Douay-Rheims and Septuagint (Sixtine edition, 1587), verse by verse.
| Douay-Rheims | Septuagint (Sixtine edition, 1587) | |
|---|---|---|
| 1 | A psalm for David, for a remembrance of the sabbath. | Φαλμὸς τῷ Δαυὶδ εἰς ἀνάμνησιν περὶ σαββάτου. |
| 2 | Rebuke me not, O Lord, in thy indignation; nor chastise me in thy wrath. | Κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με, μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς με. |
| 3 | For thy arrows are fastened in me: and thy hand hath been strong upon me. | Ὅτι τὰ βέλη σου ἐνεπάγησάν μοι, καὶ ἐπεστήριξας ἐπʼ ἐμὲ τὴν χεῖρά σου. |
| 4 | There is no health in my flesh, because of thy wrath: there is no peace for my bones, because of my sins. | Οὐκ ἔστιν ἴασις ἐν τῇ σαρκί μου ἀπὸ προσώπου τῆς ὀργῆς σου, οὐκ ἔστιν εἰρήνη τοῖς ὀστέοις μου ἀπὸ προσώπου τῶν ἁμαρτιῶν μου. |
| 5 | For my iniquities are gone over my head: and as a heavy burden are become heavy upon me. | Ὅτι αἱ ἀνομίαι μου ὑπερῇραν τὴν κεφαλήν μου, ὡσεὶ φορτίον βαρὺ ἐβαρύνθησαν ἐπʼ ἐμέ. |
| 6 | My sores are putrified and corrupted, because of my foolishness. | Προσώζεσαν καὶ ἐσάπησαν οἱ μώλωπές μου, ἀπὸ προσώπου τῆς ἀφροσύνης μου. |
| 7 | I am become miserable, and am bowed down even to the end: I walked sorrowful all the day long. | Ἐταλαιπώρησα καὶ κατεκάμφθην ἕως τέλους, ὅλην τὴν ἡμέραν σκυθρωπάζων ἐπορευόμην. |
| 8 | For my loins are filled with illusions; and there is no health in my flesh. | Ὅτι ἡ ψυχή μου ἐπλησθη ἐμπαιγμῶν, καὶ οὐκ ἔστιν ἴασις ἐν τῇ σαρκί μου. |
| 9 | I am afflicted and humbled exceedingly: I roared with the groaning of my heart. | Ἐκακώθην καὶ ἐταπεινώθην ἕως σφόδρα, ὠρυόμην ἀπὸ στεναγμοῦ τῆς καρδίας μου. |
| 10 | Lord, all my desire is before thee, and my groaning is not hidden from thee. | Καὶ ἐναντίον σου πᾶσα ἡ ἐπιθυμία μου, καὶ ὁ στεναγμός μου οὐκ ἀπεκρύβη ἀπὸ σοῦ. |
| 11 | My heart is troubled, my strength hath left me, and the light of my eyes itself is not with me. | Ἡ καρδία μου ἐταράχθη, ἐγκατέλιπέ με ἡ ἰσχύς μου, καὶ τὸ φῶς τῶν ὀφθαλμῶν μου οὐκ ἔστι μετʼ ἐμοῦ. |
| 12 | My friends and my neighbours have drawn near, and stood against me. And they that were near me stood afar off: | Οἱ φίλοι μου καὶ οἱ πλησίον μου ἐξ ἐναντίας μου ἤγγισαν καὶ ἔστησαν, καὶ οἱ ἔγγιστά μου μακρόθεν ἔστησαν, |
| 13 | And they that sought my soul used violence. And they that sought evils to me spoke vain things, and studied deceits all the day long. | καὶ ἐξεβιάζοντο οἱ ζητοῦντες τὴν ψυχήν μου· καὶ οἱ ζητοῦντες τὰ κακά μοι ἐλάλησαν ματαιότητας, καὶ δολιότητας ὅλην τὴν ἡμέραν ἐμελέτησαν. |
| 14 | But I, as a deaf man, heard not: and as a dumb man not opening his mouth. | Ἐγὼ δὲ ὡσεὶ κωφὸς οὐκ ἤκουον, καὶ ὡσεὶ ἄλαλος οὐκ ἀνοίγων τὸ στόμα αὐτοῦ· |
| 15 | And I became as a man that heareth not: and that hath no reproofs in his mouth. | Καὶ ἐγενόμην ὡσεὶ ἄνθρωπος οὐκ ἀκούων, καὶ οὐκ ἔχων ἐν τῷ στόματι αὐτοῦ ἐλεγμούς. |
| 16 | For in thee, O Lord, have I hoped: thou wilt hear me, O Lord my God. | Ὅτι ἐπὶ σοὶ Κύριε ἤλπισα, σὺ εἰσακούσῃ Κύριε ὁ Θεός μου. |
| 17 | For I said: Lest at any time my enemies rejoice over me: and whilst my feet are moved, they speak great things against me. | Ὅτι εἶπα, μή ποτε ἐπιχαρῶσί μοι οἱ ἐχθροί μου, καὶ ἐν τῷ σαλευθῆναι πόδας μου, ἐπʼ ἐμὲ ἐμεγαλοῤῥημόνησαν. |
| 18 | For I am ready for scourges: and my sorrow is continually before me. | Ὅτι ἐγὼ εἰς μάστιγας ἕτοιμος, καὶ ἡ ἀλγηδών μου ἐνώπιόν μου διαπαντός. |
| 19 | For I will declare my inequity: and I will think for my sin. | Ὅτι τὴν ἀνομίαν μου ἀναγγελῶ, καὶ μεριμνήσω ὑπὲρ τῆς ἁμαρτίας μου. |
| 20 | But my enemies live, and are stronger that I: and they hate me wrongfully are multiplied. | Οἱ δὲ ἐχθροί μου ζῶσι, καὶ κεκραταίωνται ὑπὲρ ἐμὲ, καὶ ἐπληθύνθησαν οἱ μισοῦντές με ἀδίκως. |
| 21 | They that render evil for good, have detracted me, because I followed goodness. | Οἱ ἀνταποδιδόντες κακὰ ἀντὶ ἀγαθῶν, ἐνδιέβαλλόν με, ἐπεὶ κατεδίωκον δικαιοσύνην. |
| 22 | Forsake me not, O Lord my God: do not thou depart from me. | Μὴ ἐγκαταλίπῃς με Κύριε ὁ Θεός μου, μὴ ἀποστῇς ἀπʼ ἐμοῦ. |
| 23 | Attend unto my help, O Lord, the God of my salvation. | Πρόσχες εἰς τὴν βοήθειάν μου Κύριε τῆς σωτηρίας μου. |
