Comparison
Psalms 42
Douay-Rheims and Septuagint (Sixtine edition, 1587), verse by verse.
| Douay-Rheims | Septuagint (Sixtine edition, 1587) | |
|---|---|---|
| 1 | A psalm for David. Judge me, O God, and distinguish my cause from the nation that is not holy: deliver me from the unjust and deceitful man. | Ψαλμὸς τῷ Δαυίδ. Κρίνον με ὁ Θεὸς, καὶ δίκασον τὴν δίκην μου, ἐξ ἔθνους οὐχ ὁσίου, ἀπὸ ἀνθρώπου ἀδίκου καὶ δολίου ῥῦσαί με. |
| 2 | For thou art God my strength: why hast thou cast me off? and why do I go sorrowful whilst the enemy afflicteth me? | Ὅτι σὺ εἶ ὁ Θεὸς κραταίωμά μου, ἱνατί ἀπώσω με; καὶ ἱνατί σκυθρωπάζων πορεύομαι ἐν τῷ ἐκθλίβειν τὸν ἐχθρόν μου; |
| 3-4LXX 42:3 | Send forth thy light and thy truth: they have conducted me, and brought me unto thy holy hill, and into thy tabernacles. And I will go in to the altar of God: to God who giveth joy to my youth. | Ἐξαπόστειλον τὸ φῶς σου καὶ τὴν ἀλήθειάν σου, αὐτά με ὡδήγησαν καὶ ἤγαγόν με εἰς ὄρος ἅγιόν σου, καὶ εἰς τὰ σκηνώματά σου. |
| 5LXX 42:4 | To thee, O God my God, I will give praise upon the harp: why art thou sad, O my soul? and why dost thou disquiet me? | Καὶ εἰσελεύσομαι πρὸς τὸ θυσιαστήριον τοῦ Θεοῦ, πρὸς τὸν Θεὸν τὸν εὐφραίνοντα τὴν νεότητά μου, ἐξομολογήσομαί σοι ἐν κιθάρᾳ ὁ Θεὸς ὁ Θεός μου. |
| 6LXX 42:5 | Hope in God, for I will still give praise to him: the salvation of my countenance, and my God. | Ἱνατί περίλυπος εἶ ἡ ψυχή μου, καὶ ἱνατί συνταράσσεις με; ἔλπισον ἐπὶ τὸν Θεὸν, ὅτι ἐξομολογήσομαι αὐτῷ, σωτήριον τοῦ προσώπου μου, ὁ Θεός μου. |
