Comparison
Psalms 88
Douay-Rheims and Septuagint (Sixtine edition, 1587), verse by verse.
| Douay-Rheims | Septuagint (Sixtine edition, 1587) | |
|---|---|---|
| 1 | Of understanding, for Ethan the Ezrahite. | Συνέσεως Αἰθὰμ τῷ Ἰσραηλίτῃ. |
| 2 | The mercies of the Lord I will sing for ever. I will shew forth thy truth with my mouth to generation and generation. | Τὰ ἐλέη σου Κύριε εἰς τὸν αἰῶνα ᾄσομαι, εἰς γενεὰν καὶ γενεὰν ἀπαγγελῶ τὴν ἀλήθειάν σου ἐν τῷ στόματί μου. |
| 3 | For thou hast said: Mercy shall be built up for ever in the heavens: thy truth shall be prepared in them. | Ὅτι εἶπας, εἰς τὸν αἰῶνα ἔλεος οἰκοδομηθήσεται, ἐν τοῖς οὐρανοῖς ἑτοιμασθήσεται ἡ ἀλήθειά σου· |
| 4 | I have made a covenant with my elect: I have sworn to David my servant: | Διεθέμην διαθήκην τοῖς ἐκλεκτοῖς μου, ὤμοσα Δαυὶδ τῷ δούλῳ μου. |
| 5 | Thy seed will I settle for ever. And I will build up thy throne unto generation and generation. | Ἕως τοῦ αἰῶνος ἑτοιμάσω τὸ σπέρμα σου, καὶ οἰκοδομήσω εἰς γενεὰν καὶ γενεὰν τὸν θρόνον σου· διάψαλμα. |
| 6 | The heavens shall confess thy wonders, O Lord: and thy truth in the church of the saints. | Ἐξομολογήσονται οἱ οὐρανοὶ τὰ θαυμάσιά σου Κύριε, καὶ τὴν ἀλήθειάν σου ἐν ἐκκλησίᾳ ἁγίων. |
| 7 | For who in the clouds can be compared to the Lord: or who among the sons of God shall be like to God? | Ὅτι τίς ἐν νεφέλαις ἰσωθήσεται τῷ Κυρίῳ; καὶ τίς ὁμοιωθήσεται τῷ Κυρίῳ ἐν υἱοῖς Θεοῦ; |
| 8 | God, who is glorified in the assembly of the saints: great and terrible above all them that are about him. | Ὁ Θεὸς ἐνδοξαζόμενος ἐν βουλῇ ἁγίων, μέγας καὶ φοβερὸς ἐπὶ πάντας τοὺς περικύκλῳ αὐτοῦ. |
| 9 | O Lord God of hosts, who is like to thee? thou art mighty, O Lord, and thy truth is round about thee. | Κύριε ὁ Θεὸς τῶν δυνάμεων, τίς ὅμοιός σοι; δυνατὸς εἶ Κύριε, καὶ ἡ ἀλήθειά σου κύκλῳ σου. |
| 10 | Thou rulest the power of the sea: and appeasest the motion of the waves thereof. | Σὺ δεσπόζεις τοῦ κράτους τῆς θαλάσσης, τὸν δὲ σάλον τῶν κυμάτων αὐτῆς σὺ καταπραΰνεις. |
| 11 | Thou hast humbled the proud one, as one that is slain: with the arm of thy strength thou hast scattered thy enemies. | Σὺ ἐταπείνωσας ὡς τραυματίαν ὑπερήφανον, καὶ ἐν τῷ βραχίονι τῆς δυνάμεώς σου διεσκόρπισας τοὺς ἐχθρούς σου. |
| 12 | Thine are the heavens, and thine is the earth: the world and the fulness thereof thou hast founded: | Σοί εἰσιν οἱ οὐρανοὶ, καὶ σή ἐστιν ἡ γῆ, τὴν οἰκουμένην καὶ τὸ πλήρωμα αὐτῆς σὺ ἐθεμελίωσας. |
| 13 | The north and the sea thou hast created. Thabor and Hermon shall rejoice in thy name: | Τὸν Βοῤῥᾶν καὶ θάλασσας σὺ ἔκτισας, Θαβὼρ καὶ Ἑρμὼν ἐν τῷ ὀνόματί σου ἀγαλλιάσονται. |
| 14 | Thy arm is with might. Let thy hand be strengthened, and thy right hand exalted: | Σὸς ὁ βραχίων μετὰ δυναστείας· κραταιωθήτω ἡ χείρ σου, ὑψωθήτω ἡ δεξιά σου. |
| 15 | Justice and judgment are the preparation of thy throne. Mercy and truth shall go before thy face: | Δικαιοσύνη καὶ κρίμα ἑτοιμασία τοῦ θρόνου σου· ἔλεος καὶ ἀλήθεια προπορεύσονται πρὸ προσώπου σου. |
| 16 | Blessed is the people that knoweth jubilation. They shall walk, O Lord, in the light of thy countenance: | Μακάριος ὁ λαὸς ὁ γινώσκων ἀλαλαγμόν· Κύριε ἐν τῷ φωτὶ τοῦ προσώπου σου πορεύσονται, |
| 17 | And in thy name they shall rejoice all the day, and in thy justice they shall be exalted. | καὶ ἐν τῷ ὀνόματί σου ἀγαλλιάσονται ὅλην τὴν ἡμέραν, καὶ ἐν τῇ δικαιοσύνῃ σου ὑψωθήσονται. |
| 18 | For thou art the glory of their strength: and in thy good pleasure shall our horn be exalted. | Ὅτι τὸ καύχημα τῆς δυνάμεως αὐτῶν σὺ εἶ, καὶ ἐν τῇ εὐδοκίᾳ σου ὑψωθήσεται τὸ κέρας ἡμῶν· |
| 19 | For our protection is of the Lord, and of our king the holy one of Israel. | ὅτι τοῦ Κυρίου ἡ ἀντίληψις, καὶ τοῦ ἁγίου Ἰσραὴλ βασιλέως ἡμῶν. |
| 20 | Then thou spokest in a vision to thy saints, and saidst: I have laid help upon one that is mighty, and have exalted one chosen out of my people. | Τότε ἐλάλησας ἐν ὁράσει τοῖς υἱοῖς σου, καὶ εἶπας, ἐθέμην βοήθειαν ἐπὶ δυνατὸν, ὕψωσα ἐκλεκτὸν ἐκ τοῦ λαοῦ μου. |
| 21 | I have found David my servant: with my holy oil I have anointed him. | Εὗρον Δαυὶδ τὸν δοῦλόν μου, ἐν ἐλέει ἁγίῳ ἔχρισα αὐτόν. |
| 22 | For my hand shall help him: and my arm shall strengthen him. | Ἡ γὰρ χείρ μου συναντιλήψεται αὐτῷ, καὶ ὁ βραχίων μου κατισχύσει αὐτόν. |
| 23 | The enemy shall have no advantage over him: nor the son of iniquity have power to hurt him. | Οὐκ ὠφελήσει ἐχθρὸς ἐν αὐτῷ, καὶ υἱὸς ἀνομίας οὐ προσθήσει τοῦ κακῶσαι αὐτόν. |
| 24 | And I will cut down his enemies before his face; and them that hate him I will put to flight. | Καὶ συγκόψω ἀπὸ προσώπου αὐτοῦ τοὺς ἐχθροὺς αὐτοῦ, καὶ τοὺς μισοῦντας αὐτὸν τροπώσομαι. |
| 25 | And my truth and my mercy shall be with him: and in my name shall his horn be exalted. | Καὶ ἡ ἀλήθειά μου καὶ τὸ ἔλεός μου μετʼ αὐτοῦ, καὶ ἐν τῷ ὀνόματί μου ὑψωθήσεται τὸ κέρας αὐτοῦ. |
| 26 | And I will set his hand in the sea; and his right hand in the rivers. | Καὶ θήσομαι ἐν θαλάσσῃ χεῖρα αὐτοῦ, καὶ ἐν ποταμοῖς δεξιὰν αὐτοῦ. |
| 27 | He shall cry out to me: Thou art my father: my God, and the support of my salvation. | Αὐτὸς ἐπικαλέσεταί με, πατήρ μου εἶ σὺ, Θεός μου καὶ ἀντιλήπτωρ τῆς σωτηρίας μου. |
| 28 | And I will make him my firstborn, high above the kings of the earth. | Κᾀγὼ πρωτότοκον θήσομαι αὐτὸν, ὑψηλὸν παρὰ τοῖς βασιλεῦσι τῆς γῆς. |
| 29 | I will keep my mercy for him for ever: and my covenant faithful to him. | Εἰς τὸν αἰῶνα φυλάξω αὐτῷ τὸ ἔλεός μου, καὶ ἡ διαθήκη μου πιστὴ αὐτῷ. |
| 30 | And I will make his seed to endure for evermore: and his throne as the days of heaven. | Καὶ θήσομαι εἰς τὸν αἰῶνα τοῦ αἰῶνος τὸ σπέρμα αὐτοῦ, καὶ τὸν θρόνον αὐτοῦ ὡς τὰς ἡμέρας τοῦ οὐρανοῦ. |
| 31 | And if his children forsake my law, and walk not in my judgments: | Ἐὰν ἐγκαταλίπωσιν οἱ υἱοὶ αὐτοῦ τὸν νόμον μου, καὶ τοῖς κρίμασί μου μὴ πορευθῶσιν· |
| 32 | If they profane my justices: and keep not my commandments: | ἐὰν τὰ δικαιώματά μου βεβηλώσωσι, καὶ τὰς ἐντολάς μου μὴ φυλάξωσιν· |
| 33 | I will visit their iniquities with a rod: and their sins with stripes. | Ἐπισκέψομαι ἐν ῥάβδῳ τὰς ἀνομίας αὐτῶν, καὶ ἐν μάστιξι τὰς ἁμαρτίας αὐτῶν. |
| 34 | But my mercy I will not take away from him: nor will I suffer my truth to fail. | Τὸ δὲ ἔλεός μου οὐ μὴ διασκεδάσω ἀπʼ αὐτοῦ, οὐδὲ μὴ ἀδικήσω ἐν τῇ ἀληθείᾳ μου, |
| 35 | Neither will I profane my covenant: and the words that proceed from my mouth I will not make void. | οὐδὲ μὴ βεβηλώσω τὴν διαθήκην μου, καὶ τὰ ἐκπορευόμενα διὰ τῶν χειλέων μου οὐ μὴ ἀθετήσω. |
| 36 | Once have I sworn by my holiness: I will not lie unto David: | Ἅπαξ ὤμοσα ἐν τῷ ἁγίῳ μου, εἰ τῷ Δαυὶδ ψεύσομαι. |
| 37 | His seed shall endure for ever. | Τὸ σπέρμα αὐτοῦ εἰς τὸν αἰῶνα μενεῖ, καὶ ὁ θρόνος αὐτοῦ ὡς ὁ ἥλιος ἐναντίον μου, |
| 38 | And his throne as the sun before me: and as the moon perfect for ever, and a faithful witness in heaven. | καὶ ὡς ἡ σελήνη κατηρτισμένη εἰς τὸν αἰῶνα, καὶ ὁ μάρτυς ἐν οὐρανῷ πιστός· διάψαλμα. |
| 39 | But thou hast rejected and despised: thou hast been angry with thy anointed. | Σὺ δὲ ἀπώσω καὶ ἐξουδένωσας, ἀνεβάλου τὸν χριστόν σου. |
| 40 | Thou hast overthrown the covenant of thy servant: thou hast profaned his sanctuary on the earth. | Κατέστρεψας τὴν διαθήκην τοῦ δούλου σου, ἐβεβήλωσας εἰς τὴν γῆν τὸ ἁγίασμα αὐτοῦ. |
| 41 | Thou hast broken down all his hedges: thou hast made his strength fear. | Καθεῖλες πάντας τοὺς φραγμοῦς αὐτοῦ, ἔθου τὰ ὀχυρώματα αὐτοῦ δειλίαν. |
| 42 | All that pass by the way have robbed him: he is become a reproach to his neighbours. | Διήρπασαν αὐτὸν πάντες οἱ διοδεύοντες ὁδὸν, ἐγενήθη ὄνειδος τοῖς γείτοσιν αὐτοῦ. |
| 43 | Thou hast set up the right hand of them that oppress him: thou hast made all his enemies to rejoice. | Ὕψωσας τὴν δεξιὰν τῶν ἐχθρῶν αὐτοῦ, εὔφρανας πάντας τοὺς ἐχθροὺς αὐτοῦ. |
| 44 | Thou hast turned away the help of his sword; and hast not assisted him in battle. | Ἀπέστρεψας τὴν βοήθειαν τῆς ῥομφαίας αὐτοῦ, καὶ οὐκ ἀντελάβου αὐτοῦ ἐν τῷ πολέμῳ. |
| 45 | Thou hast made his purification to cease: and thou hast cast his throne down to the ground. | Κατέλυσας ἀπὸ καθαρισμοῦ αὐτὸν, τὸν θρόνον αὐτοῦ εἰς τὴν γῆν κατέῤῥαξας, |
| 46 | Thou hast shortened the days of his time: thou hast covered him with confusion. | ἐσμίκρυνας τὰς ἡμέρας τοῦ θρόνου αὐτοῦ, κατέχεας αὐτοῦ αἰσχύνην· διάψαλμα. |
| 47 | How long, O Lord, turnest thou away unto the end? shall thy anger burn like fire? | Ἕως πότε Κύριε ἀποστρέφῃ εἰς τέλος; ἐκκαυθήσεται ὡς πῦρ ἡ ὀργή σου; |
| 48 | Remember what my substance is for hast thou made all the children of men in vain? | Μνήσθητι τίς ἡ ὑπόστασίς μου· μὴ γὰρ ματαίως ἔκτισας πάντας τοὺς υἱοὺς τῶν ἀνθρώπων; |
| 49 | Who is the man that shall live, and not see death: that shall deliver his soul from the hand of hell? | Τίς ἐστιν ἄνθρωπος, ὃς ζήσεται καὶ οὐκ ὄψεται θάνατον; ῥύσεται τὴν ψυχὴν αὐτοῦ ἐκ χειρὸς ᾅδου; διάψαλμα. |
| 50 | Lord, where are thy ancient mercies, according to what thou didst swear to David in thy truth? | Ποῦ ἐστι τὰ ἐλέη σου τὰ ἀρχαῖα, Κύριε, ἃ ὤμοσας τῷ Δαυὶδ ἐν τῇ ἀληθείᾳ σου; |
| 51 | Be mindful, O Lord, of the reproach of thy servants (which I have held in my bosom) of many nations: | Μνήσθητι Κύριε τοῦ ὀνειδισμου τῶν δούλων σου οὗ ὑπέσχον ἐν τῷ κόλπῳ μου πολλῶν ἐθνῶν· |
| 52 | Wherewith thy enemies have reproached, O Lord; wherewith they have reproached the change of thy anointed. | οὗ ὠνείδισαν οἱ ἐχθροί σου Κύριε, οὗ ὠνείδισαν τὸ ἀντάλλαγμα τοῦ χριστοῦ σου. |
| 53 | Blessed be the Lord for evermore. So be it. So be it. | Εὐλογητὸς Κύριος εἰς τὸν αἰῶνα· γένοιτο, γένοιτο. |
