Comparison
Psalms 67
Douay-Rheims and Septuagint (Sixtine edition, 1587), verse by verse.
| Douay-Rheims | Septuagint (Sixtine edition, 1587) | |
|---|---|---|
| 1 | Unto the end, a psalm of a canticle for David himself. | Εἰς τὸ τέλος, τῷ Δαυὶδ ψαλμὸς ᾠδῆς. |
| 2 | Let God arise, and let his enemies be scattered: and let them that hate him flee from before his face. | Αναστήτω ὁ Θεὸς, καὶ διασκορπισθήτωσαν οἱ ἐχθροὶ αὐτοῦ, καὶ φυγέτωσαν οἱ μισοῦντες αὐτὸν ἀπὸ προσώπου αὐτοῦ. |
| 3 | As smoke vanisheth, so let them vanish away: as wax melteth before the fire, so let the wicked perish at the presence of God. | Ὡς ἐκλείπει καπνὸς, ἐκλιπέτωσαν· ὡς τήκεται κηρὸς ἀπὸ προσώπου πυρὸς, οὕτως ἀπόλοιντο οἱ ἁμαρτωλοὶ ἀπὸ προσώπου τοῦ Θεοῦ. |
| 4 | And let the just feast, and rejoice before God: and be delighted with gladness. | Καὶ οἱ δίκαιοι εὐφρανθήτωσαν· ἀγαλλιάσθωσαν ἐνώπιον τοῦ Θεοῦ, τερφθήτωσαν ἐν εὐφροσύνῃ. |
| 5 | Sing ye to God, sing a psalm to his name, make a way for him who ascendeth upon the west: the Lord is his name. Rejoice ye before him: but the wicked shall be troubled at his presence, | Ἄσατε τῷ Θεῷ, ψάλατε τῷ ὀνόματι αὐτοῦ, ὁδοποιήσατε τῷ ἐπιβεβηκότι ἐπὶ δυσμῶν, Κύριος ὄνομα αὐτῷ, καὶ ἀγαλλιᾶσθε ἐνώπιον αὐτοῦ. |
| 6 | Who is the father of orphans, and the judge of widows. God in his holy place: | ταραχθήσονται ἀπὸ προσώπου αὐτοῦ, τοῦ πατρὸς τῶν ὀρφανῶν, καὶ κριτοῦ τῶν χηρῶν, ὁ Θεὸς ἐν τόπῳ ἁγίῳ αὐτοῦ. |
| 7 | God who maketh men of one manner to dwell in a house: Who bringeth out them that were bound in strength; in like manner them that provoke, that dwell in sepulchres. | Ὁ Θεὸς κατοικίζει μονοτρόπους ἐν οἴκῳ, ἐξάγων πεπεδημένους ἐν ἀνδρείᾳ· ὁμοίως τοὺς παραπικραίνοντας, τοὺς κατοικοῦντας ἐν τάφοις. |
| 8 | O God, when thou didst go forth in the sight of thy people, when thou didst pass through the desert: | Ὁ Θεὸς, ἐν τῷ ἐκπορεύεσθαί σε ἐνώπιον τοῦ λαοῦ σου, ἐν τῷ διαβαίνειν σε τὴν ἔρημον· διάψαλμα· |
| 9 | The earth was moved, and the heavens dropped at the presence of the God of Sina, at the presence of the God of Israel. | Γῆ ἐσείσθη, καὶ γὰρ οἱ οὐρανοὶ ἔσταξαν ἀπὸ προσώπου τοῦ Θεοῦ τοῦ Σινὰ, ἀπὸ προσώπου τοῦ Θεοῦ Ἰσραήλ. |
| 10 | Thou shalt set aside for thy inheritance a free rain, O God: and it was weakened, but thou hast made it perfect. | Βροχὴν ἑκούσιον ἀφοριεῖς ὁ Θεὸς τῇ κληρονομίᾳ σου· καὶ ἠσθένησε, σὺ δὲ κατηρτίσω αὐτήν. |
| 11 | In it shall thy animals dwell; in thy sweetness, O God, thou hast provided for the poor. | Τὰ ζῶά σου κατοικοῦσιν ἐν αὐτῇ, ἡτοίμασας ἐν τῇ χρηστότητί σου τῷ πτωχῷ. |
| 12 | The Lord shall give the word to them that preach good tidings with great power. | Ὁ Θεὸς Κύριος δώσει ῥῆμα τοῖς εὐαγγελιζομένοις δυνάμει πολλῇ, |
| 13 | The king of powers is of the beloved, of the beloved; and the beauty of the house shall divide spoils. | ὁ βασιλεὺς τῶν δυνάμεων τοῦ ἀγαπητοῦ, τοῦ ἀγαπητοῦ, καὶ ὡραιότητι τοῦ οἴκου διελέσθαι σκῦλα. |
| 14 | If you sleep among the midst of lots, you shall be as the wings of a dove covered with silver, and the hinder parts of her back with the paleness of gold. | Ἐὰν κοιμηθῆτε ἀναμέσον τῶν κλήρων, πτέρυγες περιστερᾶς περιηργυρωμέναι, καὶ τὰ μετάφρενα αὐτῆς ἐν χλωρότητι χρυσίου. |
| 15 | When he that is in heaven appointeth kings over her, they shall be whited with snow in Selmon. | Ἐν τῷ διαστέλλειν τὴν ἐπουράνιον βασιλεῖς ἐπʼ αὐτῆς, χιονωθήσονται ἐν Σελμών. |
| 16 | The mountain of God is a fat mountain. A curdled mountain, a fat mountain. | Ὄρος τοῦ Θεοῦ ὄρος πῖον, ὄρος τετυρωμένον, ὄρος πῖον. |
| 17 | Why suspect, ye curdled mountains? A mountain in which God is well pleased to dwell: for there the Lord shall dwell unto the end. | Ἱνατί ὑπολαμβάνετε ὄρη τετυρωμένα; τὸ ὄρος ὃ εὐδόκησεν ὁ Θεὸς κατοικεῖν ἐν αὐτῷ· καὶ γὰρ ὁ Κύριος κατασκηνώσει εἰς τέλος. |
| 18 | The chariot of God is attended by ten thousands; thousands of them that rejoice: the Lord is among them in Sina, in the holy place. | Τὸ ἅρμα τοῦ Θεοῦ μυριοπλάσιον, χιλιάδες εὐθηνούντων· Κύριος ἐν αὐτοῖς ἐν Σινὰ ἐν τῷ ἁγίῳ. |
| 19 | Thou hast ascended on high, thou hast led captivity captive; thou hast received gifts in men. Yea for those also that do not believe, the dwelling of the Lord God. | Ἀναβὰς εἰς ὕψος, ᾐχμαλώτευσας αἰχμαλωσίαν· ἔλαβες δόματα ἐν ἀνθρώπῳ, καὶ γὰρ ἀπειθοῦντες τοῦ κατασκηνῶσαι. |
| 20 | Blessed be the Lord day by day: the God of our salvation will make our journey prosperous to us. | Κύριος ὁ Θεὸς εὐλογητὸς, εὐλογητὸς Κύριος ἡμέραν καθʼ ἡμέραν, καὶ κατευοδώσει ἡμῖν ὁ Θεὸς τῶν σωτηρίων ἡμῶν· διάψαλμα. |
| 21 | Our God is the God of salvation: and of the Lord, of the Lord are the issues from death. | Ὁ Θεὸς ἡμῶν, ὁ Θεὸς τοῦ σώζειν, καὶ τοῦ Κυρίου αἱ διέξοδοι τοῦ θανάτου. |
| 22 | But God shall break the heads of his enemies: the hairy crown of them that walk on in their sins. | Πλὴν ὁ Θεὸς συνθλάσει κεφαλὰς ἐχθρῶν αὐτοῦ, κορυφὴν τριχὸς διαπορευομένων ἐν πλημμελείαις αὐτῶν. |
| 23 | The Lord said: I will turn them from Basan, I will turn them into the depth of the sea: | Εἶπε Κύριος, ἐκ Βασὰν ἐπιστρέψω, ἐπιστρέψω ἐν βυθοῖς θαλάσσης. |
| 24 | That thy foot may be dipped in the blood of thy enemies; the tongue of thy dogs be red with the same. | Ὅπως ἂν βαφῇ ὁ ποῦς σου ἐν αἵματι, ἡ γλῶσσα τῶν κυνῶν σου ἐξ ἐχθρῶν παρʼ αὐτοῦ. |
| 25 | They have seen thy goings, O God, the goings of my God: of my king who is in his sanctuary. | Ἐθεωρήθησαν αἱ πορεῖαί σου ὁ Θεὸς, αἱ πορεῖαι τοῦ Θεοῦ μου τοῦ βασιλέως τοῦ ἐν τῷ ἁγίῳ. |
| 26 | Princes went before joined with singers, in the midst of young damsels playing on timbrels. | Προέφθασαν ἄρχοντες ἐχόμενοι ψαλλόντων, ἐν μέσῳ νεανίδων τυμπανιστριῶν. |
| 27 | In the churches bless ye God the Lord, from the fountains of Israel. | Ἐν ἐκκλησίαις εὐλογεῖτε τὸν Θεὸν, τὸν Κύριον ἐκ πηγῶν Ἰσραήλ. |
| 28 | There is Benjamin a youth, in ecstasy of mind. The princes of Juda are their leaders: the princes of Zabulon, the princes of Nephthali. | Ἐκεῖ Βενιαμὶν νεώτερος ἐν ἐκστάσει, ἄρχοντες Ἰούδα ἡγεμόνες αὐτῶν, ἄρχοντες Ζαβουλὼν, ἄρχοντες Νεφθαλί. |
| 29 | Command thy strength, O God: confirm, O God, what thou hast wrought in us. | Ἔντειλαι ὁ Θεὸς τῇ δυνάμει σου, δυνάμωσον ὁ Θεὸς τοῦτο, ὃ κατηρτίσω ἐν ἡμῖν. |
| 30 | From thy temple in Jerusalem, kings shall offer presents to thee. | Ἀπὸ τοῦ ναοῦ σου ἐπὶ Ἱερουσαλὴμ, σοὶ οἴσουσι βασιλεῖς δῶρα. |
| 31 | Rebuke the wild beasts of the reeds, the congregation of bulls with the kine of the people; who seek to exclude them who are tried with silver. Scatter thou the nations that delight in wars: | Ἐπιτίμησον τοῖς θηρίοις τοῦ καλάμου· ἡ συναγωγὴ τῶν ταύρων ἐν ταῖς δαμάλεσι τῶν λαῶν, τοῦ μὴ ἀποκλεισθῆναι τοὺς δεδοκιμασμένους τῷ ἀργυρίῳ· διασκόρπισον ἔθνη τὰ τοὺς πολέμους θέλοντα. |
| 32 | Ambassadors shall come out of Egypt: Ethiopia shall soon stretch out her hands to God. | Ἥξουσι πρέσβεις ἐξ Αἰγύπτου, Αἰθιοπία προφθάσει χεῖρα αὐτῆς τῷ Θεῷ. |
| 33 | Sing to God, ye kingdoms of the earth: sing ye to the Lord: Sing ye to God, | Αἱ βασιλεῖαι τῆς γῆς ᾄσατε τῷ Θεῷ, ψάλατε τῷ Κυρίῳ. διάψαλμα. |
| 34 | Who mounteth above the heaven of heavens, to the east. Behold he will give to his voice the voice of power: | Ψάλατε τῷ Θεῷ τῷ ἐπιβεβηκότι ἐπὶ τὸν οὐρανὸν τοῦ οὐρανοῦ κατὰ ἀνατολὰς, ἰδοὺ δώσει ἐν τῇ φωνῇ αὐτοῦ φωνὴν δυνάμεως. |
| 35 | Give ye glory to God for Israel, his magnificence, and his power is in the clouds. | Δότε δόξαν τῷ Θεῷ, ἐπὶ τὸν Ἰσραὴλ ἡ μεγαλοπρέπεια αὐτοῦ, καὶ ἡ δύναμις αὐτοῦ ἐν ταῖς νεφέλαις. |
| 36 | God is wonderful in his saints: the God of Israel is he who will give power and strength to his people. Blessed be God. | Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ὁσίοις αὐτοῦ, ὁ Θεὸς Ἰσραὴλ, αὐτὸς δώσει δύναμιν καὶ κραταίωσιν τῷ λαῷ αὐτοῦ· εὐλογητὸς ὁ Θεός. |
