Comparison
Psalms 139
Douay-Rheims and Septuagint (Sixtine edition, 1587), verse by verse.
| Douay-Rheims | Septuagint (Sixtine edition, 1587) | |
|---|---|---|
| 1 | Unto the end, a psalm for David. | Εἰς τὸ τέλος, τῷ Δαυὶδ ψαλμός. |
| 2 | Deliver me, O Lord, from the evil man: rescue me from the unjust man. | Ἐξελοῦ με Κύριε ἐξ ἀνθρώπου πονηροῦ, ἀπὸ ἀνδρὸς ἀδίκου ῥῦσαί με· |
| 3 | Who have devised iniquities in their hearts: all the day long they designed battles. | οἵτινες ἐλογίσαντο ἀδικίας ἐν καρδίᾳ, ὅλην τὴν ἡμέραν παρετάσσοντο πολέμους. |
| 4 | They have sharpened their tongues like a serpent: the venom of saps is under their lips. | Ἠκόνησαν γλῶσσαν αὐτῶν ὡσεὶ ὄφεως, ἰὸς ἀσπίδων ὑπὸ τὰ χείλη αὐτῶν· διάψαλμα. |
| 5 | Keep me, O Lord, from the hand of the wicked: and from unjust men deliver me. Who have proposed to supplant my steps. | Φύλαξόν με Κύριε ἐκ χειρὸς ἁμαρτωλοῦ, ἀπὸ ἀνθρώπων ἀδίκων ἐξελοῦ με· οἵτινες ἐλογίσαντο τοῦ ὑποσκελίσαι τὰ διαβήματά μου. |
| 6 | The proud have hidden a net for me. And they have stretched out cords for a snare: they have laid for me a stumblingblock by the wayside. | Ἔκρυψαν ὑπερήφανοι παγίδα μοι· καὶ σχοινία διέτειναν παγίδας τοῖς ποσί μου, ἐχόμενα τρίβου σκάνδαλον ἔθεντό μοι· διάψαλμα. |
| 7 | I said to the Lord: Thou art my God: hear, O Lord, the voice of my supplication. | Εἶπα τῷ Κυρίῳ, Θεός μου εἶ σὺ· ἐνώτισαι, Κύριε, τὴν φωνὴν τῆς δεήσεώς μου. |
| 8 | O Lord, Lord, the strength of my salvation: thou hast overshadowed my head in the day of battle. | Κύριε Κύριε, δύναμις τῆς σωτηρίας μου, ἐπεσκίασας ἐπὶ τὴν κεφαλήν μου ἐν ἡμέρᾳ πολέμου. |
| 9 | Give me not up, O Lord, from my desire to the wicked: they have plotted against me; do not thou forsake me, lest they should triumph. | Μὴ παραδῷς με, Κύριε, ἀπὸ τῆς ἐπιθυμίας μου ἁμαρτωλῷ· διελογίσαντο κατʼ ἐμοῦ, μὴ ἐγκαταλίπῃς με, μή ποτε ὑψωθῶσι· διάψαλμα. |
| 10 | The head of them compassing me about: the labour of their lips shall overwhelm them. | Ἡ κεφαλὴ τοῦ κυκλώματος αὐτῶν, κόπος τῶν χειλέων αὐτῶν καλύψει αὐτούς. |
| 11 | Burning coals shall fall upon them; thou wilt cast them down into the fire: in miseries they shall not be able to stand. | Πεσοῦνται ἐπʼ αὐτοὺς ἄνθρακες πυρὸς ἐπὶ τῆς γῆς, καὶ καταβαλεῖς αὐτοὺς ἐν ταλαιπωρίαις, οὐ μὴ ὑποστῶσιν. |
| 12 | A man full of tongue shall not be established in the earth: evil shall catch the unjust man unto destruction. | Ἀνὴρ γλωσσώδης οὐ κατευθυνθήσεται ἐπὶ τῆς γῆς· ἄνδρα ἄδικον κακὰ θηρεύσει εἰς καταφθοράν. |
| 13 | I know that the Lord will do justice to the needy, and will revenge the poor. | Ἔγνων ὅτι ποιήσει Κύριος τὴν κρίσιν τοῦ πτωχοῦ, καὶ τὴν δίκην τῶν πενήτων. |
| 14 | But as for the just, they shall give glory to thy name: and the upright shall dwell with thy countenance. | Πλὴν δίκαιοι ἐξομολογήσονται τῷ ὀνόματί σου, κατοικήσουσιν εὐθεῖς σὺν τῷ προσώπῳ σου. |
