Comparison
Psalms 50
Douay-Rheims and Septuagint (Sixtine edition, 1587), verse by verse.
| Douay-Rheims | Septuagint (Sixtine edition, 1587) | |
|---|---|---|
| 1 | Unto the end, a psalm of David, | Εἰς τὸ τέλος, ψαλμὸς τῷ Δαυὶδ, |
| 2 | When Nathan the prophet came to him after he had sinned with Bethsabee. | ἐν τῷ ἐλθεῖν πρὸς αὐτὸν Νάθαν τὸν προφήτην, ἡνίκα εἰσῆλθε πρὸς Βηρσαβεέ. |
| 3 | Have mercy on me, O God, according to thy great mercy. And according to the multitude of thy tender mercies blot out my iniquity. | Ἐλέησον με ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου. |
| 4 | Wash me yet more from my iniquity, and cleanse me from my sin. | Ἐπιπλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου, καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. |
| 5 | For I know my iniquity, and my sin is always before me. | Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστὶ διαπαντός· |
| 6 | To thee only have I sinned, and have done evil before thee: that thou mayst be justified in thy words and mayst overcome when thou art judged. | Σοὶ μόνῳ ἥμαρτον, καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα· ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. |
| 7 | For behold I was conceived in iniquities; and in sins did my mother conceive me. | Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. |
| 8 | For behold thou hast loved truth: the uncertain and hidden things of thy wisdom thou hast made manifest to me. | Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. |
| 9 | Thou shalt sprinkle me with hyssop, and I shall be cleansed: thou shalt wash me, and I shall be made whiter than snow. | Ῥαντιεῖς με ὑσσώπῳ καὶ καθαρισθήσομαι, πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. |
| 10 | To my hearing thou shalt give joy and gladness: and the bones that have been humbled shall rejoice. | Ἀκουτιεῖς με ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστᾶ τεταπεινωμένα. |
| 11 | Turn away thy face from my sins, and blot out all my iniquities. | Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου, καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. |
| 12 | Create a clean heart in me, O God: and renew a right spirit within my bowels. | Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεὸς, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. |
| 13 | Cast me not away from thy face; and take not thy holy spirit from me. | Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ πνεῦμα τὸ ἅγιόν σου μὴ ἀντανέλῃς ἀπʼ ἐμοῦ. |
| 14 | Restore unto me the joy of thy salvation, and strengthen me with a perfect spirit. | Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, πνεύματι ἡγεμονικῷ στήριξόν με. |
| 15 | I will teach the unjust thy ways: and the wicked shall be converted to thee. | Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. |
| 16 | Deliver me from blood, O God, thou God of my salvation: and my tongue shall extol thy justice. | Ῥῦσαί με ἐξ αἱμάτων ὁ Θεὸς, ὁ Θεὸς τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. |
| 17 | O Lord, thou wilt open my lips: and my mouth shall declare thy praise. | Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. |
| 18 | For if thou hadst desired sacrifice, I would indeed have given it: with burnt offerings thou wilt not be delighted. | Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. |
| 19 | A sacrifice to God is an afflicted spirit: a contrite and humbled heart, O God, thou wilt not despise. | Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. |
| 20 | Deal favourably, O Lord, in thy good will with Sion; that the walls of Jerusalem may be built up. | Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. |
| 21 | Then shalt thou accept the sacrifice of justice, oblations and whole burnt offerings: then shall they lay calves upon thy altar. | Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν, καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους. |
