Comparison
Psalms 65
Douay-Rheims and Septuagint (Sixtine edition, 1587), verse by verse.
| Douay-Rheims | Septuagint (Sixtine edition, 1587) | |
|---|---|---|
| 1 | Unto the end, a canticle of a psalm of the resurrection. Shout with joy to God, all the earth, | Εἰς τὸ τέλος, ᾠδὴ ψαλμοῦ ἀναστάσεως. Ἀλαλάξατε τῷ Θεῷ, πᾶσα ἡ γῆ, |
| 2 | Sing ye a psalm to his name; give glory to his praise. | ψάλατε δὴ τῷ ὀνόματι αὐτοῦ, δότε δόξαν αἰνέσει αὐτοῦ. |
| 3 | Say unto God, How terrible are thy works, O Lord! in the multitude of thy strength thy enemies shall lie to thee. | Εἴπατε τῷ Θεῷ ὡς φοβερὰ τὰ ἔργα σου; ἐν τῷ πλήθει τῆς δυνάμεώς σου ψεύσονταί σε οἱ ἐχθροί σου. |
| 4 | Let all the earth adore thee, and sing to thee: let it sing a psalm to thy name. | Πᾶσα ἡ γῆ προσκυνησάτωσάν σοι, καὶ ψαλάτωσάν σοι, ψαλάτωσαν τῷ ὀνόματί σου· διάψαλμα. |
| 5 | Come and see the works of God; who is terrible in his counsels over the sons of men. | Δεῦτε καὶ ἴδετε τὰ ἔργα τοῦ Θεοῦ, φοβερὸς ἐν βουλαῖς ὑπὲρ τοὺς υἱοὺς τῶν ἀνθρώπων. |
| 6 | Who turneth the sea into dry land, in the river they shall pass on foot: there shall we rejoice in him. | Ὁ μεταστρέφων τὴν θάλασσαν εἰς ξηρὰν, ἐν ποταμῷ διελεύσονται ποδί· ἐκεῖ εὐφρανθησόμεθα ἐπʼ αὐτῷ, |
| 7 | Who by his power ruleth for ever: his eyes behold the nations; let not them that provoke him he exalted in themselves. | τῷ δεσπόζοντι ἐν τῇ δυναστείᾳ αὐτοῦ τοῦ αἰῶνος· οἱ ὀφθαλμοὶ αὐτοῦ ἐπὶ τὰ ἔθνη ἐπιβλέπουσιν, οἱ παραπικραίνοντες μὴ ὑψούσθωσαν ἐν ἑαυτοῖς· διάψαλμα. |
| 8 | O bless our God, ye Gentiles: and make the voice of his praise to be heard. | Εὐλογεῖτε ἔθνη τὸν Θεὸν ἡμῶν, καὶ ἀκουτίσατε τὴν φωνὴν τῆς αἰνέσεως αὐτοῦ, |
| 9 | Who hath set my soul to live: and hath not suffered my feet to be moved: | τοῦ θεμένου τὴν ψυχήν μου εἰς ζωὴν, καὶ μὴ δόντος εἰς σάλον τοὺς πόδας μου. |
| 10 | For thou, O God, hast proved us: thou hast tried us by fire, as silver is tried. | Ὅτι ἐδοκίμασας ἡμᾶς ὁ Θεὸς, ἐπύρωσας ἡμᾶς ὡς πυροῦται τὸ ἀργύριον. |
| 11 | Thou hast brought us into a net, thou hast laid afflictions on our back: | Εἰσήγαγες ἡμᾶς εἰς τὴν παγίδα, ἔθου θλίψεις ἐπὶ τὸν νῶτον ἡμῶν, |
| 12 | Thou hast set men over our heads. We have passed through tire and water, and thou hast brought us out into a refreshment. | ἐπεβίβασας ἀνθρώπους ἐπὶ τὰς κεφαλὰς ἡμῶν· διήλθομεν διὰ πυρὸς καὶ ὕδατος, καὶ ἐξήγαγες ἡμᾶς εἰς ἀναψυχήν. |
| 13 | I will go into thy house with burnt offerings: I will pay thee my vows, | Εἰσελεύσομαι εἰς τὸν οἶκόν σου ἐν ὁλοκαυτώμασιν, ἀποδώσω σοι τὰς εὐχάς μου, |
| 14 | Which my lips have uttered, And my mouth hath spoken, when I was in trouble. | ἃς διέστειλε τὰ χείλη μου, καὶ ἐλάλησε τὸ στόμα μου ἐν τῇ θλίψει μου. |
| 15 | I will offer up to thee holocausts full of marrow, with burnt offerings of rams: I will offer to thee bullocks with goats. | Ὁλοκαυτώματα μεμυελωμένα ἀνοίσω σοι μετὰ θυμιάματος καὶ κριῶν, ποιήσω σοι βόας μετὰ χιμάρων· διάψαλμα. |
| 16 | Come and hear, all ye that fear God, and I will tell you what great things he hath done for my soul. | Δεῦτε ἀκούσατε, καὶ διηγήσομαι, πάντες οἱ φοβούμενοι τὸν Θεὸν, ὅσα ἐποίησε τῇ ψυχῇ μου. |
| 17 | I cried to him with my mouth: and I extolled him with my tongue. | Πρὸς αὐτὸν τῷ στόματί μου ἐκέκραξα, καὶ ὕψωσα ὑπὸ τὴν γλῶσσάν μου. |
| 18 | If I have looked at iniquity in my heart, the Lord will not hear me. | Ἀδικίαν εἰ ἐθεώρουν ἐν καρδίᾳ μου, μὴ εἰσακουσάτω Κύριος. |
| 19 | Therefore hath God heard me, and hath attended to the voice of my supplication. | Διὰ τοῦτο εἰσήκουσέ μου ὁ Θεὸς, προσέσχε τῇ φωνῇ τῆς προσευχῆς μου. |
| 20 | Blessed be God, who hath not turned away my prayer, nor his mercy from me. | Εὐλογητὸς ὁ Θεὸς, ὃς οὐκ ἀπέστησε τὴν προσευχήν μου, καὶ τὸ ἔλεος αὐτοῦ ἀπʼ ἐμοῦ. |
