Comparison
Psalms 54
Douay-Rheims and Septuagint (Sixtine edition, 1587), verse by verse.
| Douay-Rheims | Septuagint (Sixtine edition, 1587) | |
|---|---|---|
| 1 | Unto the end, in verses, understanding for David. | Εἰς τὸ τέλος, ἐν ὕμνοις συνέσεως τῷ Δαυίδ. |
| 2 | Hear, O God, my prayer, and despise not my supplication: | Ἐνωτίσαι ὁ Θεὸς τὴν προσευχήν μου, καὶ μὴ ὑπερίδῃς τὴν δέησίν μου· |
| 3 | Be attentive to me and hear me. I am grieved in my exercise; and am troubled, | Πρόσχες μοι, καὶ εἰσάκουσόν μου· ἐλυπήθην ἐν τῇ ἀδολεσχίᾳ μου, καὶ ἐταράχθην |
| 4 | At the voice of the enemy, and at the tribulation of the sinner. For they have cast iniquities upon me: and in wrath they were troublesome to me. | ἀπὸ φωνῆς ἐχθροῦ, καὶ ἀπὸ θλίψεως ἁμαρτωλοῦ· ὅτι ἐξέκλιναν ἐπʼ ἐμὲ ἀνομίαν, καὶ ἐν ὀργῇ ἐνεκότουν μοι. |
| 5 | My heart is troubled within me: and the fear of death is fallen upon me. | Ἡ καρδία μου ἐταράχθη ἐν ἐμοὶ, καὶ δειλία θανάτου ἐπέπεσεν ἐπʼ ἐμέ. |
| 6 | Fear and trembling are come upon me: and darkness hath covered me. | Φόβος καὶ τρόμος ἦλθεν ἐπʼ ἐμὲ καὶ ἐκάλυψέ με σκότος. |
| 7 | And I said: Who will give me wings like a dove, and I will fly and be at rest? | Καὶ εἶπα, τίς δώσει μοι πτέρυγας ὡσεὶ περιστερᾶς; καὶ πετασθήσομαι καὶ καταπαύσω. |
| 8 | Lo, I have gone far off flying away; and I abode in the wilderness. | Ἰδοὺ ἐμάκρυνα φυγαδεύων, καὶ ηὐλίσθην ἐν τῇ ἐρήμῳ· διάψαλμα. |
| 9 | I waited for him that hath saved me from pusillanimity of spirit, and a storm. | Προσεδεχόμην τὸν σώζοντά με ἀπὸ ὀλιγοψυχίας καὶ καταιγίδος. |
| 10 | Cast down, O Lord, and divide their tongues; for I have seen iniquity and contradiction in the city. | Καταπόντισον Κύριε καὶ καταδίελε τὰς γλώσσας αὐτῶν, ὅτι εἶδον ἀνομίαν καὶ ἀντιλογίαν ἐν τῇ πόλει. |
| 11 | Day and night shall iniquity surround it upon its walls: and in the midst thereof are labour, | Ἡμέρας καὶ νυκτὸς κυκλώσει αὐτὴν ἐπὶ τὰ τείχη αὐτῆς, ἀνομία καὶ πόνος ἐν μέσῳ αὐτῆς |
| 12 | And injustice. And usury and deceit have not departed from its streets. | καὶ ἀδικία, καὶ οὐκ ἐξέλιπεν ἐκ τῶν πλατειῶν αὐτῆς τόκος καὶ δόλος. |
| 13 | For if my enemy had reviled me, I would verily have borne with it. And if he that hated me had spoken great things against me, I would perhaps have hidden myself from him. | Ὅτι εἰ ἐχθρὸς ὠνείδισέ με, ὑπήνεγκα ἂν, καὶ εἰ ὁ μισῶν ἐπʼ ἐμὲ ἐμεγαλοῤῥημόνησεν, ἐκρύβην ἂν ἀπʼ αὐτοῦ. |
| 14 | But thou a man of one mind, my guide, and my familiar, | Σὺ δὲ ἄνθρωπε ἰσόψυχε, ἡγεμών μου καὶ γνωστέ μου, |
| 15 | Who didst take sweetmeats together with me: in the house of God we walked with consent. | ὃς ἐπιτοαυτὸ ἐγλύκανας ἐδέσματα, ἐν τῷ οἴκῳ τοῦ Θεοῦ ἐπορεύθημεν ἐν ὁμονοίᾳ. |
| 16 | Let death come upon them, and let them go down alive into hell. For there is wickedness in their dwellings: in the midst of them. | Ἐλθέτω θάνατος ἐπʼ αὐτοὺς, καὶ καταβήτωσαν εἰς ᾅδου ζῶντες· ὅτι πονηρία ἐν ταῖς παροικίαις αὐτῶν ἐν μέσῳ αὐτῶν. |
| 17 | But I have cried to God: and the Lord will save me. | Ἐγὼ πρὸς τὸν Θεὸν ἐκέκραξα, καὶ ὁ Κύριος εἰσήκουσέ μου. |
| 18 | Evening and morning, and at noon I will speak and declare: and he shall hear my voice. | Ἑσπέρας καὶ πρωῒ καὶ μεσημβρίας διηγήσομαι, καὶ ἀπαγγελῶ, καὶ εἰσακούσεται τῆς φωνῆς μου. |
| 19 | He shall redeem my soul in peace from them that draw near to me: for among many they were with me. | Λυτρώσεται ἐν εἰρήνῃ τὴν ψυχήν μου ἀπὸ τῶν ἐγγιζόντων μοι, ὅτι ἐν πολλοῖς ἦσαν σὺν ἐμοί. |
| 20 | God shall hear, and the Eternal shall humble them. For there is no change with them, and they have not feared God: | Εἰσακούσεται ὁ Θεὸς καὶ ταπεινώσει αὐτοὺς, ὁ ὑπάρχων πρὸ τῶν αἰώνων· διάψαλμα· |
| 21 | He hath stretched forth his hand to repay. They have defiled his covenant, | Οὐ γάρ ἐστιν αὐτοῖς ἀντάλλαγμα, καὶ οὐκ ἐφοβήθησαν τὸν Θεόν. Ἐξέτεινε τὴν χεῖρα αὐτοῦ ἐν τῷ ἀποδιδόναι· ἐβεβήλωσαν τὴν διαθήκην αὐτοῦ. |
| 22 | They are divided by the wrath Of his countenance, and his heart hath drawn near. His words are smoother than oil, and the same are darts. | Διεμερίσθησαν ἀπὸ ὀργῆς τοῦ προσώπου αὐτοῦ, καὶ ἤγγισεν ἡ καρδία αὐτοῦ· ἡπαλύνθησαν οἱ λόγοι αὐτοῦ ὑπὲρ ἔλαιον, καὶ αὐτοί εἰσι βολίδες. |
| 23 | Cast thy care upon the Lord, and he shall sustain thee: he shall not suffer the just to waver for ever. | Ἐπίῤῥιψον ἐπὶ Κύριον τὴν μέριμνάν σου, καὶ αὐτός σε διαθρέψει, οὐ δώσει εἰς τὸν αἰῶνα σάλον τῷ δικαίῳ. |
| 24 | But thou, O God, shalt bring them down into the pit of destruction. Bloody and deceitful men shall not live out half their days; but I will trust in thee, O Lord. | Σὺ δὲ ὁ Θεὸς κατάξεις αὐτοὺς εἰς φρέαρ διαφθορᾶς· ἄνδρες αἱμάτων καὶ δολιότητος οὐ μὴ ἡμισεύσωσι τὰς ἡμέρας αὐτῶν· ἐγὼ δὲ ἐλπιῶ ἐπὶ σε, Κύριε. |
