Comparison
Psalms 76
Douay-Rheims and Septuagint (Sixtine edition, 1587), verse by verse.
| Douay-Rheims | Septuagint (Sixtine edition, 1587) | |
|---|---|---|
| 1 | Unto the end, for Idithun, a psalm of Asaph. | Εἰς τὸ τέλος, ὑπὲρ Ἰδιθοὺν ψαλμὸς τῷ Ἀσάφ. |
| 2 | I cried to the Lord with my voice; to God with my voice, and he gave ear to me. | Φωνῇ μου πρὸς Κύριον ἐκέκραξα, καὶ ἡ φωνή μου πρὸς τὸν Θεὸν, καὶ προσέσχε μοι. |
| 3 | In the day of my trouble I sought God, with my hands lifted up to him in the night, and I was not deceived. My soul refused to be comforted: | Ἐν ἡμέρᾳ θλίψεώς μου τὸν Θεὸν ἐξεζήτησα, ταῖς χερσί μου νυκτὸς ἐναντίον αὐτοῦ, καὶ οὐκ ἠπατήθην· ἀπηνῄνατο παρακληθῆναι ἡ ψυχή μου· |
| 4 | I remembered God, and was delighted, and was exercised, and my spirit swooned away. | Ἐμνήσθην τοῦ Θεοῦ, καὶ εὐφράνθην, ἠδολέσχησα, καὶ ὠλιγοψύχησε τὸ πνεῦμά μου· διάψαλμα. |
| 5 | My eyes prevented the watches: I was troubled, and I spoke not. | Προκατελάβοντο φυλακὰς πάντες οἱ ἐχθροί μου, ἐταράχθην καὶ οὐκ ἐλάλησα. |
| 6 | I thought upon the days of old: and I had in my mind the eternal years. | Διελογισάμην ἡμέρας ἀρχαίας, καὶ ἔτη αἰώνια |
| 7 | And I meditated in the night with my own heart: and I was exercised and I swept my spirit. | ἐμνήσθην, καὶ ἐμελέτησα· νυκτὸς μετὰ τῆς καρδίας μου ἠδολέσχουν, καὶ ἔσκαλλον τὸ πνεῦμά μου. |
| 8 | Will God then cast off for ever? or will he never be more favourable again? | Μὴ εἰς τοὺς αἰῶνας ἀπώσεται Κύριος, καὶ οὐ προσθήσει τοῦ εὐδοκῆσαι ἔτι; |
| 9 | Or will he cut off his mercy for ever, from generation to generation? | Ἢ εἰς τέλος ἀποκόψει τὸ ἔλεος ἀπὸ γενεᾶς καὶ γενεᾶς; |
| 10 | Or will God forget to shew mercy? or will he in his anger shut up his mercies? | Ἢ ἐπιλήσεται τοῦ οἰκτειρῆσαι ὁ Θεὸς, ἢ συνέξει ἐν τῇ ὀργῇ αὐτοῦ τοὺς οἰκτιρμοὺς αὐτοῦ; διάψαλμα. |
| 11 | And I said, Now have I begun: this is the change of the right hand of the most High. | Καὶ εἶπα, νῦν ἠρξάμην, αὕτη ἡ ἀλλοίωσις τῆς δεξιᾶς τοῦ ὑψίστου. |
| 12 | I remembered the works of the Lord: for I will be mindful of thy wonders from the beginning. | Ἐμνήσθην τῶν ἔργων Κυρίου, ὅτι μνησθήσομαι ἀπὸ τῆς ἀρχῆς τῶν θαυμασίων σου, |
| 13 | And I will meditate on all thy works: and will be employed in thy inventions. | καὶ μελετήσω ἐν πᾶσι τοῖς ἔργοις σου, καὶ ἐν τοῖς ἐπιτηδεύμασί σου ἀδολεσχήσω. |
| 14 | Thy way, O God, is in the holy place: who is the great God like our God? | Ὁ Θεὸς ἐν τῷ ἁγίῳ ἡ ὁδός σου, τίς θεὸς μέγας ὡς ὁ Θεὸς ἡμῶν; |
| 15 | Thou art the God that dost wonders. Thou hast made thy power known among the nations: | Σὺ εἶ ὁ Θεὸς ὁ ποιῶν θαυμάσια, ἐγνώρισας ἐν τοῖς λαοῖς τὴν δύναμίν σου· |
| 16 | With thy arm thou hast redeemed thy people the children of Jacob and of Joseph. | ἐλυτρώσω ἐν τῷ βραχίονί σου τὸν λαόν σου, τοὺς υἱοὺς Ἰακὼβ καὶ Ἰωσήφ· διάψαλμα. |
| 17 | The waters saw thee, O God, the waters saw thee: and they were afraid, and the depths were troubled. | Εἴδοσάν σε ὕδατα ὁ Θεὸς, εἴδοσάν σε ὕδατα καὶ ἐφοβήθησαν, καὶ ἐταράχθησαν ἄβυσσοι. |
| 18 | Great was the noise of the waters: the clouds sent out a sound. For thy arrows pass: | Πλῆθος ἤχους ὑδάτων, φωνὴν ἔδωκαν αἱ νεφέλαι· καὶ γὰρ τὰ βέλη σου διαπορεύονται. |
| 19 | The voice of thy thunder in a wheel. Thy lightnings enlightened the world: the earth shook and trembled. | Φωνὴ τῆς βροντῆς σου ἐν τῷ τροχῷ· ἔφαναν αἱ ἀστραπαί σου τῇ οἰκουμένῃ, ἐσαλεύθη καὶ ἔντρομος ἐγενήθη ἡ γῆ. |
| 20 | Thy way is in the sea, and thy paths in many waters: and thy footsteps shall not be known. | Ἐν τῇ θαλάσσῃ ἡ ὁδός σου, καὶ αἱ τρίβοι σου ἐν ὕδασι πολλοῖς, καὶ τὰ ἴχνη σου οὐ γνωσθήσονται. |
| 21 | Thou hast conducted thy people like sheep, by the hand of Moses and Aaron. | Ὡδήγησας ὡς πρόβατα τὸν λαόν σου ἐν χειρὶ Μωυσῆ καὶ Ἀαρών. |
