Comparison
Psalms 51
Douay-Rheims and Septuagint (Sixtine edition, 1587), verse by verse.
| Douay-Rheims | Septuagint (Sixtine edition, 1587) | |
|---|---|---|
| 1 | Unto the end, understanding for David, | Εἰς τὸ τέλος συνέσεως τῷ Δαυὶδ, |
| 2 | When Doeg the Edomite came and told Saul David went to the house of Achimelech. | ἐν τῷ ἐλθεῖν Δωὴκ τὸν Ἰδουμαῖον, καὶ ἀναγγεῖλαι τῷ Σαοὺλ, καὶ εἰπεῖν αὐτῷ, ἦλθε Δαυὶδ εἰς τὸν οἶκον Ἀβιμέλεχ. |
| 3 | Why dost thou glory in malice, thou that art mighty in iniquity? | Τί ἐγκαυχᾷ ἐν κακίᾳ ὁ δυνατὸς ἀνομίαν; ὅλην τὴν ἡμέραν |
| 4 | All the day long thy tongue hath devised injustice: as a sharp razor, thou hast wrought deceit. | ἀδικίαν ἐλογίσατο ἡ γλῶσσά σου· ὡσεὶ ξυρὸν ἠκονημένον ἐποίησας δόλον. |
| 5 | Thou hast loved malice more than goodness: and iniquity rather than to speak righteousness. | Ἠγάπησας κακίαν ὑπὲρ ἀγαθωσύνην, ἀδικίαν ὑπὲρ τὸ λαλῆσαι δικαιοσύνην· διάψαλμα. |
| 6 | Thou hast loved all the words of ruin, O deceitful tongue. | Ἠγάπησας πάντα τὰ ῥήματα καταποντισμοῦ, γλῶσσαν δολίαν. |
| 7 | Therefore will God destroy thee for ever: he will pluck thee out, and remove thee from thy dwelling place: and thy root out of the land of the living. | Διὰ τοῦτο ὁ Θεὸς καθέλοι σε εἰς τέλος, ἐκτίλαι σε καὶ μεταναστεύσαι σε ἀπὸ σκηνώματος, καὶ τὸ ῥίζωμά σου ἐκ γῆς ζώντων· διάψαλμα. |
| 8 | The just shall see and fear, and shall laugh at him, and say: | Καὶ ὄψονται δίκαιοι καὶ φοβηθήσονται, καὶ ἐπʼ αὐτὸν γελάσονται, καὶ ἐροῦσιν, |
| 9 | Behold the man that made not God his helper: But trusted in the abundance of his riches: and prevailed in his vanity. | ἰδοὺ ἄνθρωπος ὃς οὐκ ἔθετο τὸν Θεὸν βοηθὸν αὐτοῦ, ἀλλʼ ἐπήλπισεν ἐπὶ τὸ πλῆθος τοῦ πλούτου αὐτοῦ, καὶ ἐνεδυναμώθη ἐπὶ τῇ ματαιότητι αὐτοῦ. |
| 10 | But I, as a fruitful olive tree in the house of God, have hoped in the mercy of God for ever, yea for ever and ever. | Ἐγὼ δὲ ὡσεὶ ἐλαία κατάκαρπος ἐν τῷ οἴκῳ τοῦ Θεοῦ, ἤλπισα ἐπὶ τὸ ἔλεος τοῦ Θεοῦ εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. |
| 11 | I will praise thee for ever, because thou hast done it: and I will wait on thy name, for it is good in the sight of thy saints. | Ἐξομολογήσομαί σοι εἰς τὸν αἰῶνα, ὅτι ἐποίησας, καὶ ὑπομενῶ τὸ ὄνομά σου, ὅτι χρηστὸν ἐναντίον τῶν ὁσίων σου. |
