Comparison
Psalms 117
Douay-Rheims and Septuagint (Sixtine edition, 1587), verse by verse.
| Douay-Rheims | Septuagint (Sixtine edition, 1587) | |
|---|---|---|
| 1 | Give praise to Lord, for he is good: for his mercy endureth for ever. | Ἀλληλούϊα. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθὸς, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. |
| 2 | Let Israel now say that he is good: that his mercy endureth for ever. | Εἰπάτω δὴ οἶκος Ἰσραὴλ, ὅτι ἀγαθὸς, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. |
| 3 | Let the house of Aaron now say, that his mercy endureth for ever. | Εἰπάτω δὴ οἶκος Ἀαρὼν, ὅτι ἀγαθὸς, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. |
| 4 | Let them that fear the Lord now say, that his mercy endureth for ever. | Εἰπάτωσαν δὴ πάντες οἱ φοβούμενοι τὸν Κύριον, ὅτι ἀγαθὸς, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. |
| 5 | In my trouble I called upon the Lord: and the Lord heard me, and enlarged me. | Ἐκ θλίψεως ἐπεκαλεσάμην τὸν Κύριον, καὶ ἐπήκουσέ μου εἰς πλατυσμόν. |
| 6 | The Lord is my helper, I will not fear what man can do unto me. | Κύριος ἐμοὶ βοηθὸς, καὶ οὐ φοβηθήσομαι τί ποιησει μοι ἄνθρωπος. |
| 7 | The Lord is my helper: and I will look over my enemies. | Κύριος ἐμοὶ βοηθὸς, κᾀγὼ ἐπόψομαι τοὺς ἐχθρούς μου. |
| 8 | It is good to confide in the Lord, rather than to have confidence in man. | Ἀγαθὸν πεποιθέναι ἐπὶ Κύριον, ἢ πεποιθέναι ἐπʼ ἄνθρωπον. |
| 9 | It is good to trust in the Lord, rather than to trust in princes. | Ἀγαθὸν ἐλπίζειν ἐπὶ Κύριον, ἢ ἐλπίζειν ἐπʼ ἄρχουσι. |
| 10 | All nations compassed me about; and in the name of the Lord I have been revenged on them. | Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς· |
| 11 | Surrounding me they compassed me about: and in the name of the Lord I have been revenged on them. | Κυκλώσαντες ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς· |
| 12 | They surrounded me like bees, and they burned like fire among thorns: and in the name of the Lord I was revenged on them. | Ἐκύκλωσάν με ὡσεὶ μέλισσαι κηρίον, καὶ ἐξεκαύθησαν ὡς πῦρ ἐν ἀκάνθαις, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς. |
| 13 | Being pushed I was overturned that I might fall: but the Lord supported me. | Ὠσθεὶς ἀνετράπην τοῦ πεσεῖν, καὶ ὁ Κύριος ἀντελάβετό μου. |
| 14 | The Lord is my strength and my praise: and he is become my salvation. | Ἰσχύς μου καὶ ὕμνησίς μου ὁ Κύριος, καὶ ἐγένετό μοι εἰς σωτηρίαν. |
| 15 | The voice of rejoicing and of salvation is in the tabernacles of the just. | Φωνὴ ἀγαλλιάσεως καὶ σωτηρίας ἐν σκηναῖς δικαίων· δεξιὰ Κυρίου ἐποίησε δύναμιν, |
| 16 | The right hand of the Lord hath wrought strength: the right hand of the Lord hath exulted me: the right hand of the Lord hath wrought strength. | δεξιὰ Κυρίου ὕψωσέ με· δεξιὰ Κυρίου ἐποίησε δύναμιν. |
| 17 | I shall not die, but live: and shall declare the works of the Lord. | Οὐκ ἀποθανοῦμαι, ἀλλὰ ζήσομαι, καὶ διηγήσομαι τὰ ἔργα Κυρίου. |
| 18 | The Lord chastising hath chastised me: but he hath not delivered me over to death. | Παιδεύων ἐπαίδευσέ με ὁ Κύριος, καὶ τῷ θανάτῳ οὐ παρέδωκέ με. |
| 19 | Open ye to me the gates of justice: I will go into them, and give praise to the Lord. | Ἀνοίξατέ μοι πύλας δικαιοσύνης, εἰσελθὼν ἐν αὐταῖς ἐξομολογήσομαι τῷ Κυρίῳ. |
| 20 | This is the gate of the Lord, the just shall enter into it. | Αὕτη ἡ πύλη τοῦ Κυρίου, δίκαιοι εἰσελεύσονται ἐν αὐτῇ. |
| 21 | I will give glory to thee because thou hast heard me: and art become my salvation. | Ἐξομολογήσομαί σοι, ὅτι ἐπήκουσάς μου, καὶ ἐγένου μου εἰς σωτηρίαν. |
| 22 | The stone which the builders rejected; the same is become the head of the corner. | Λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας. |
| 23 | This is the Lord’s doing: and it is wonderful in our eyes. | Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν. |
| 24 | This is the day which the Lord hath made: let us be glad and rejoice therein. | Αὕτη ἡ ἡμέρα ἣν ἐποίησεν ὁ Κύριος, ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ. |
| 25 | O Lord, save me: O Lord, give good success. | Ὦ Κύριε σῶσον δὴ, ὦ Κύριε εὐόδωσον δή. |
| 26 | Blessed be he that cometh in the name Lord. We have blessed you out of the house of the Lord. | Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου· εὐλογήκαμεν ὑμᾶς ἐξ οἴκου Κυρίου. |
| 27 | The Lord is God, and he hath shone upon us. Appoint a solemn day, with shady boughs, even to the horn of the alter. | Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν· συστήσασθε ἑορτὴν ἐν τοῖς πυκάζουσιν, ἕως τῶν κεράτων τοῦ θυσιαστηρίου. |
| 28 | Thou art my God, and I will praise thee: thou art my God, and I will exalt thee. I will praise thee, because thou hast heard me, and art become my salvation. | Θεός μου εἶ σὺ, καὶ ἐξομολογήσομαί σοι· Θεός μου εἶ σὺ, καὶ ὑψώσω σε· ἐξομολογήσομαί σοι, ὅτι ἐπήκουσάς μου, καὶ ἐγένου μοι εἰς σωτηρίαν. |
| 29 | O praise ye the Lord, for he is good: for his mercy endureth for ever. | Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθὸς, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. |
