Comparison
Psalms 93
Douay-Rheims and Septuagint (Sixtine edition, 1587), verse by verse.
| Douay-Rheims | Septuagint (Sixtine edition, 1587) | |
|---|---|---|
| 1 | The Lord is the God to whom revenge belongeth: the God of revenge hath acted freely. | Ψαλμὸς τῷ Δαυὶδ τετράδι σαββάτου. Θεὸς ἐκδικήσεων Κύριος, ὁ Θεὸς ἐκδικήσεων ἐπαῤῥησιάσατο. |
| 2 | Lift up thyself, thou that judgest the earth: render a reward to the proud. | Ὑψώθητι ὁ κρίνων τὴν γῆν, ἀπόδος ἀνταπόδοσιν τοῖς ὑπερηφάνοις. |
| 3 | How long shall sinners, O Lord: how long shall sinners glory? | Ἕως πότε ἁμαρτωλοὶ, Κύριε, ἕως πότε ἁμαρτωλοὶ καυχήσονται; |
| 4 | Shall they utter, and speak iniquity: shall all speak who work injustice? | Φθέγξονται καὶ λαλήσουσιν ἀδικίαν, λαλήσουσι πάντες οἱ ἐργαζόμενοι τὴν ἀνομίαν. |
| 5 | Thy people, O Lord, they have brought low: and they have afflicted thy inheritance. | Τὸν λαόν σου, Κύριε, ἐταπείνωσαν, καὶ τὴν κληρονομίαν σου ἐκάκωσαν. |
| 6 | They have slain the widow and the stranger: and they have murdered the fatherless. | Χήραν καὶ ὀρφανὸν ἀπέκτειναν, καὶ προσήλυτον ἐφόνευσαν. |
| 7 | And they have said: The Lord shall not see: neither shall the God of Jacob understand. | Καὶ εἶπαν, οὐκ ὄψεται Κύριος, οὐδὲ συνήσει ὁ Θεὸς τοῦ Ἰακώβ. |
| 8 | Understand, ye senseless among the people: and, you fools, be wise at last. | Σύνετε δὴ ἄφρονες ἐν τῷ λαῷ, καὶ μωροὶ, ποτὲ φρονήσατε. |
| 9 | He that planted the ear, shall he not hear? or he that formed the eye, doth he not consider? | Ὁ φυτεύσας τὸ οὖς, οὐχὶ ἀκούει; ἢ ὁ πλάσας τὸν ὀφθαλμὸν, οὐχὶ κατανοεῖ; |
| 10 | He that chastiseth nations, shall he not rebuke: he that teacheth man knowledge? | Ὁ παιδεύων ἔθνη, οὐχὶ ἐλέγξει; ὁ διδάσκων ἄνθρωπον γνῶσιν; |
| 11 | The Lord knoweth the thoughts of men, that they are vain. | Κύριος γινώσκει τοὺς διαλογισμοὺς τῶν ἀνθρώπων, ὅτι εἰσὶ μάταιοι. |
| 12 | Blessed is the man whom thou shalt instruct, O Lord: and shalt teach him out of thy law. | Μακάριος ὁ ἄνθρωπος ὃν ἂν σὺ παιδεύσῃς Κύριε, καὶ ἐκ τοῦ νόμου σου διδάξῃς αὐτόν· |
| 13 | That thou mayst give him rest from the evil days: till a pit be dug for the wicked. | τοῦ πραΰναι αὐτῷ ἀφʼ ἡμερῶν πονηρῶν, ἕως οὗ ὀρυγῇ τῷ ἁμαρτωλῷ βόθρος. |
| 14 | For the Lord will not cast off his people: neither will he forsake his own inheritance. | Ὅτι οὐκ ἀπώσεται Κύριος τὸν λαὸν αὐτοῦ, καὶ τὴν κληρονομίαν αὐτοῦ οὐκ ἐγκαταλείψει, |
| 15 | Until justice be turned into judgment: and they that are near it are all the upright in heart. | ἕως οὗ δικαιοσύνη ἐπιστρέψῃ εἰς κρίσιν, καὶ ἐχόμενοι αὐτῆς πάντες οἱ εὐθεῖς τῇ καρδίᾳ· διάψαλμα. |
| 16 | Who shall rise up for me against the evildoers? or who shall stand with me against the workers of iniquity? | Τίς ἀναστήσεταί μοι ἐπὶ πονηρευομένους, ἢ τίς συμπαραστήσεταί μοι ἐπὶ τοὺς ἐργαζομένους τὴν ἀνομίαν; |
| 17 | Unless the Lord had been my helper, my soul had almost dwelt in hell. | Εἰ μὴ ὅτι Κύριος ἐβοήθησέ μοι, παραβραχὺ παρῴκησε τῷ ᾅδῃ ἡ ψυχή μου. |
| 18 | If I said: My foot is moved: thy mercy, O Lord, assisted me. | Εἰ ἔλεγον, σεσάλευται ὁ πούς μου, τὸ ἔλεός σου Κύριε ἐβοήθει μοι. |
| 19 | According to the multitude of my sorrows in my heart, thy comforts have given joy to my soul. | Κύριε, κατὰ τὸ πλῆθος τῶν ὀδυνῶν μου ἐν τῇ καρδίᾳ μου, αἱ παρακλήσεις σου ἠγάπησαν τὴν ψυχήν μου. |
| 20 | Doth the seat of iniquity stick to thee, who framest labour in commandment? | Μὴ συμπροσέσται σοι θρόνος ἀνομίας, ὁ πλάσσων κόπον ἐπὶ προστάγματι. |
| 21 | They will hunt after the soul of the just, and will condemn innocent blood. | Θηρεύσουσιν ἐπὶ ψυχὴν δικαίου, καὶ αἷμα ἀθῶον καταδικάσονται. |
| 22 | But the Lord is my refuge: and my God the help of my hope. | Καὶ ἐγένετό μοι Κύριος εἰς καταφυγὴν, καὶ ὁ Θεός μου εἰς βοηθὸν ἐλπίδος μου. |
| 23 | And he will render them their iniquity: and in their malice he will destroy them: the Lord our God will destroy them. | Καὶ ἀποδώσει αὐτοῖς τὴν ἀνομίαν αὐτῶν, καὶ τὴν πονηρίαν αὐτῶν· ἀφανιεῖ αὐτοὺς Κύριος ὁ Θεὸς ἡμῶν. |
