Comparison
Psalms 143
Douay-Rheims and Septuagint (Sixtine edition, 1587), verse by verse.
| Douay-Rheims | Septuagint (Sixtine edition, 1587) | |
|---|---|---|
| 1 | Blessed be the Lord my God, who teacheth my hands to fight, and my fingers to war. | Τῷ Δαυὶδ πρὸς τὸν Γολιάδ. Εὐλογήτος Κύριος ὁ Θεός μου, ὁ διδάσκων τὰς χεῖράς μου εἰς παράταξιν, τοὺς δακτύλους μου εἰς πόλεμον· |
| 2 | My mercy, and my refuge: my support, and my deliverer: My protector, and I have hoped in him: who subdueth my people under me. | Ἔλεός μου καὶ καταφυγή μου, ἀντιλήπτωρ μου καὶ ῥύστης μου, ὑπερασπιστής μου, καὶ ἐπʼ αὐτῷ ἤλπισα, ὁ ὑποτάσσων τὸν λαόν μου ὑπʼ ἐμέ. |
| 3 | Lord, what is man, that thou art made known to him? or the son of man, that thou makest account of him? | Κύριε, τί ἐστιν ἄνθρωπος, ὅτι ἐγνώσθης αὐτῷ; ἢ υἱὸς ἀνθρώπου, ὅτι λογίζῃ αὐτόν; |
| 4 | Man is like to vanity: his days pass away like a shadow. | Ἄνθρωπος ματαιότητι ὡμοιώθη, αἱ ἡμέραι αὐτοῦ ὡσεὶ σκιὰ παράγουσι. |
| 5 | Lord, bow down thy heavens and descend: touch the mountains and they shall smoke. | Κύριε, κλῖνον οὐρανούς σου καὶ κατάβηθι, ἅψαι τῶν ὀρέων καὶ καπνισθήσονται. |
| 6 | Send forth lightning, and thou shalt scatter them: shoot out thy arrows, and thou shalt trouble them. | Ἄστραψον ἀστραπὴν καὶ σκορπιεῖς αὐτοὺς, ἐξαπόστειλον τὰ βέλη σου καὶ συνταράξεις αὐτούς. |
| 7 | Put forth thy hand from on high, take me out, and deliver me from many waters: from the hand of strange children: | Ἐξαπόστειλον τὴν χεῖρά σου ἐξ ὕψους, ἐξελοῦ με καὶ ῥῦσαί με ἐξ ὑδάτων πολλῶν, ἐκ χειρὸς υἱῶν ἀλλοτρίων· |
| 8 | Whose mouth hath spoken vanity: and their right hand is the right hand of iniquity. | ὧν τὸ στόμα ἐλάλησε ματαιότητα, καὶ ἡ δεξιὰ αὐτῶν δεξιὰ ἀδικίας. |
| 9 | To thee, O God, I will sing a new canticle: on the psaltery and an instrument of ten strings I will sing praises to thee. | Ὁ Θεὸς, ᾠδὴν καινὴν ᾄσομαί σοι, ἐν ψαλτηρίῳ δεκαχόρδῳ ψαλῶ σοι· |
| 10 | Who givest salvation to kings: who hast redeemed thy servant David from the malicious sword: | Τῷ διδόντι τὴν σωτηρίαν τοῖς βασιλεῦσι, τῷ λυτρουμένῳ Δαυὶδ τὸν δοῦλον αὐτοῦ ἐκ ῥομφαίας πονηρᾶς. |
| 11 | Deliver me, And rescue me out of the hand of strange children; whose mouth hath spoken vanity: and their right hand is the right hand of iniquity: | Ῥῦσαί με καὶ ἐξελοῦ με ἐκ χειρὸς υἱῶν ἀλλοτρίων, ὧν τὸ στόμα ἐλάλησε ματαιότητα, καὶ ἡ δεξιὰ αὐτῶν δεξιὰ ἀδικίας· |
| 12 | Whose sons are as new plants in their youth: Their daughters decked out, adorned round about after the similitude of a temple: | ὧν οἱ υἱοὶ ὡς νεόφυτα ἱδρυμένα ἐν τῇ νεότητι αὐτῶν· αἱ θυγατέρες αὐτῶν κεκαλλωπισμέναι, περικεκοσμημέναι ὡς ὁμοίωμα ναοῦ. |
| 13 | Their storehouses full, flowing out of this into that. Their sheep fruitful in young, abounding in their goings forth: | Τὰ ταμεῖα αὐτῶν πλήρη, ἐξερευγόμενα ἐκ τούτου εἰς τοῦτο· τὰ πρόβατα αὐτῶν πολυτόκα, πληθύνοντα ἐν ταῖς ἐξόδοις αὐτῶν· |
| 14 | Their oxen fat. There is no breach of wall, nor passage, nor crying out in their streets. | Οἱ βόες αὐτῶν παχεῖς· οὐκ ἔστι κατάπτωμα φραγμοῦ, οὐδὲ διέξοδος, οὐδὲ κραυγὴ ἐν ταῖς ἐπαύλεσιν αὐτῶν. |
| 15 | They have called the people happy, that hath these things: but happy is that people whose God is the Lord. | Ἐμακάρισαν τὸν λαὸν ᾧ ταῦτά ἐστι· μακάριος ὁ λαὸς οὗ Κύριος ὁ Θεὸς αὐτοῦ. |
