Comparison
Psalms 49
Douay-Rheims and Septuagint (Sixtine edition, 1587), verse by verse.
| Douay-Rheims | Septuagint (Sixtine edition, 1587) | |
|---|---|---|
| 1 | A psalm for Asaph. The God of gods, the Lord hath spoken: and he hath called the earth. From the rising of the sun, to the going down thereof: | Ψαλμὸς τῷ Ἀσάφ. Θεὸς θεῶν Κύριος ἐλάλησε, καὶ ἐκάλεσε τὴν γῆν ἀπὸ ἀνατολῶν ἡλίου μέχρι δυσμῶν. |
| 2 | Out of Sion the loveliness of his beauty. | Ἐκ Σιὼν ἡ εὐπρέπεια τῆς ὡραιότητος αὐτοῦ. |
| 3 | God shall come manifestly: our God shall come, and shall not keep silence. A fire shall burn before him: and a mighty tempest shall be round about him. | Ὁ Θεὸς ἐμφανῶς ἥξει, ὁ Θεὸς ἡμῶν, καὶ οὐ παρασιωπήσεται· πῦρ ἐναντίον αὐτοῦ καυθήσεται, καὶ κύκλῳ αὐτοῦ καταιγὶς σφοδρά. |
| 4 | He shall call heaven from above, and the earth, to judge his people. | Προσκαλέσεται τὸν οὐρανὸν ἄνω, καὶ τὴν γῆν διακρῖναι τὸν λαὸν αὐτοῦ. |
| 5 | Gather ye together his saints to him: who set his covenant before sacrifices. | Συναγάγετε αὐτῷ τοὺς ὁσίους αὐτοῦ, τοὺς διατιθεμένους τὴν διαθήκην αὐτοῦ ἐπὶ θυσίαις. |
| 6 | And the heavens shall declare his justice: for God is judge. | Καὶ ἀναγγελοῦσιν οἱ οὐρανοὶ τὴν δικαιοσύνην αὐτοῦ, ὅτι Θεὸς κριτής ἐστι· διάψαλμα. |
| 7 | Hear, O my people, and I will speak: O Israel, and I will testify to thee: I am God, thy God. | Ἄκουσον λαός μου καὶ λαλήσω σοι, Ἰσραὴλ, καὶ διαμαρτύρομαί σοι· ὁ Θεὸς ὁ Θεός σου εἰμὶ ἐγώ. |
| 8 | I will not reprove thee for thy sacrifices: and thy burnt offerings are always in my sight. | Οὐκ ἐπὶ ταῖς θυσίαις σου ἐλέγξω σε, τὰ δὲ ὁλοκαυτώματά σου ἐνώπιόν μου ἐστὶ διαπαντός. |
| 9 | I will not take calves out of thy house: nor he goats out of thy flocks. | Οὐ δέξομαι ἐκ τοῦ οἴκου σου μόσχους, οὐδὲ ἐκ τῶν ποιμνίων σου χιυάρους· |
| 10 | For all the beasts of the woods are mine: the cattle on the hills, and the oxen. | Ὅτι ἐμά ἐστι πάντα τὰ θηρία τοῦ δρυμοῦ, κτήνη ἐν τοῖς ὄρεσι, καὶ βόες. |
| 11 | I know all the fowls of the air: and with me is the beauty of the field. | Ἔγνωκα πάντα τὰ πετεινὰ τοῦ οὐρανοῦ, καὶ ὡραιότης ἀγροῦ μετʼ ἐμοῦ ἐστιν. |
| 12 | If I should be hungry, I would not tell thee: for the world is mine, and the fulness thereof. | Ἐὰν πεινάσω, οὐ μή σοι εἴπω, ἐμὴ γάρ ἐστιν ἡ οἰκουμένη καὶ τὸ πλήρωμα αὐτῆς. |
| 13 | Shall I eat the flesh of bullocks? or shall I drink the blood of goats? | Μὴ φάγομαι κρέα ταύρων, ἢ αἷμα τράγων πίομαι; |
| 14 | Offer to God the sacrifice of praise: and pay thy vows to the most High. | Θῦσον τῷ Θεῷ θυσίαν αἰνέσεως, καὶ ἀπόδος τῷ ὑψίστῳ τὰς εὐχάς σου. |
| 15 | And call upon me in the day of trouble: I will deliver thee, and thou shalt glorify me. | Καὶ ἐπικάλεσαί με ἐν ἡμέρᾳ θλίψεως, καὶ ἐξελοῦμαί σε, καὶ δοξάσεις με. διάψαλμα. |
| 16 | But to the sinner God hath said: Why dost thou declare my justices, and take my covenant in thy mouth? | Τῷ δὲ ἁμαρτωλῷ εἶπεν ὁ Θεὸς, ἱνατί σὺ διηγῇ τὰ δικαιώματά μου, καὶ ἀναλαμβάνεις τὴν διαθήκην μου διὰ στόματός σου; |
| 17 | Seeing thou hast hated discipline: and hast cast my words behind thee. | Σὺ δὲ ἐμίσησας παιδείαν, καὶ ἐξέβαλες τοὺς λόγους μου εἰς τὰ ὀπίσω. |
| 18 | If thou didst see a thief thou didst run with him: and with adulterers thou hast been a partaker. | Εἰ ἐθεώρεις κλέπτην, συνέτρεχες αὐτῷ, καὶ μετὰ μοιχῶν τὴν μερίδα σου ἐτίθεις. |
| 19 | Thy mouth hath abounded with evil, and thy tongue framed deceits. | Τὸ στόμα σου ἐπλεόνασε κακίαν, καὶ ἡ γλῶσσά σου περιέπλεκε δολιότητα. |
| 20 | Sitting thou didst speak against thy brother, and didst lay a scandal against thy mother’s son: | Καθήμενος κατὰ τοῦ ἀδελφοῦ σου κατελάλεις, καὶ κατὰ τοῦ υἱοῦ τῆς μητρός σου ἐτίθεις σκάνδαλον. |
| 21 | These things hast thou done, and I was silent. Thou thoughtest unjustly that I should be like to thee: but I will reprove thee, and set before thy face. | Ταῦτα ἐποίησας, καὶ ἐσίγησα, ὑπέλαβες ἀνομίαν ὅτι ἔσομαί σοι ὅμοιος· ἐλέγξω σε, καὶ παραστήσω κατὰ πρόσωπόν σου. |
| 22 | Understand these things, you that forget God; lest he snatch you away, and there be none to deliver you. | Σύνετε δὴ ταῦτα οἱ ἐπιλανθανόμενοι τοῦ Θεοῦ, μήποτε ἁρπάσῃ, καὶ μὴ ᾖ ὁ ῥυόμενος. |
| 23 | The sacrifice of praise shall glorify me: and there is the way by which I will shew him the salvation of God. | Θυσία αἰνέσεως δοξάσει με, καὶ ἐκεῖ ὁδὸς ᾗ δείξω αὐτῷ τὸ σωτήριον Θεοῦ. |
