Comparison
Psalms 63
Douay-Rheims and Septuagint (Sixtine edition, 1587), verse by verse.
| Douay-Rheims | Septuagint (Sixtine edition, 1587) | |
|---|---|---|
| 1 | Unto the end, a psalm for David. | Εἰς τὸ τέλος, ψαλμὸς τῷ Δαυίδ. |
| 2 | Hear, O God, my prayer, when I make supplication to thee: deliver my soul from the fear of the enemy. | Εἰσάκουσον ὁ Θεὸς τῆς προσευχῆς μου ἐν τῷ δέεσθαί με πρὸς σὲ, ἀπὸ φόβου ἐχθροῦ ἐξελοῦ τὴν ψυχήν μου. |
| 3 | Thou hast protected me from the assembly of the malignant; from the multitude of the workers of iniquity. | Ἐσκέπασάς με ἀπὸ συστροφῆς πονηρευομένων, ἀπὸ πλήθους ἐργαζομένων ἀδικίαν· |
| 4 | For they have whetted their tongues like a sword; they have bent their bow a bitter thing, | Οἵτινες ἠκόνησαν ὡς ῥομφαίαν τὰς γλώσσας αὐτῶν, ἐνέτειναν τόξον πρᾶγμα πικρὸν, |
| 5 | To shoot in secret the undefiled. | τοῦ κατατοξεῦσαι ἐν ἀποκρύφοις ἄμωμον, ἐξάπινα κατατοξεύσουσιν αὐτὸν, καὶ οὐ φοβηθήσονται. |
| 6 | They will shoot at him on a sudden, and will not fear: they are resolute in wickedness. They have talked of hiding snares; they have said: Who shall see them? | Ἐκραταίωσαν ἑαυτοῖς λόγον πονηρὸν, διηγήσαντο τοῦ κρύψαι παγίδας· εἶπαν, τίς ὄψεται αὐτούς; |
| 7 | They have searched after iniquities: they have failed in their search. Man shall come to a deep heart: | Ἐξηρεύνησαν ἀνομίαν, ἐξέλιπον ἐξερευνῶντες ἐξερευνήσει· προσελεύσεται ἄνθρωπος, καὶ καρδία βαθεῖα, |
| 8 | And God shall be exalted. The arrows of children are their wounds: | καὶ ὑψωθήσεται ὁ Θεός· βέλος νηπίων ἐγενήθησαν αἱ πληγαὶ αὐτῶν, |
| 9 | And their tongues against them are made weak. All that saw them were troubled; | καὶ ἐξουθένησαν αὐτὸν αἱ γλῶσσαι αὐτῶν· ἐταράχθησαν πάντες οἱ θεωροῦντες αὐτοὺς, |
| 10 | And every man was afraid. And they declared the works of God: and understood his doings. | καὶ ἐφοβήθη πᾶς ἄνθρωπος· καὶ ἀνήγγειλαν τὰ ἔργα τοῦ Θεοῦ, καὶ τὰ ποιήματα αὐτοῦ συνῆκαν. |
| 11 | The just shall rejoice in the Lord, and shall hope in him: and all the upright in heart shall be praised. | Εὐφρανθήσεται δίκαιος ἐν τῷ Κυρίῳ, καὶ ἐλπιεῖ ἐπʼ αὐτόν· καὶ ἐπαινεθήσονται πάντες οἱ εὐθεῖς τῇ καρδίᾳ. |
