Comparison
Psalms 44
Douay-Rheims and Septuagint (Sixtine edition, 1587), verse by verse.
| Douay-Rheims | Septuagint (Sixtine edition, 1587) | |
|---|---|---|
| 1 | Unto the end, for them that shall be changed, for the sons of Core, for understanding. A canticle for the Beloved. | Εἰς τὸ τέλος, ὑπὲρ τῶν ἀλλοιωθησομένων τοῖς υἱοῖς Κορὲ εἰς σύνεσιν, ᾠδὴ ὑπὲρ τοῦ ἀγαπητοῦ. |
| 2 | My heart hath uttered a good word I speak my works to the king; My tongue is the pen of a scrivener that writeth swiftly. | Ἐξηρεύξατο ἡ καρδία μου λόγον ἀγαθὸν, λέγω ἐγὼ τὰ ἔργα μου τῷ βασιλεῖ· ἡ γλῶσσά μου κάλαμος γραμματέως ὀξυγράφου. |
| 3 | Thou art beautiful above the sons of men: grace is poured abroad in thy lips; therefore hath God blessed thee for ever. | Ὡραῖος κάλλει παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων, ἐξεχύθη χάρις ἐν χείλεσί σου, διὰ τοῦτο εὐλόγησέ σε ὁ Θεὸς εἰς τὸν αἰῶνα. |
| 4 | Gird thy sword upon thy thigh, O thou most mighty. | Περίζωσαι τὴν ῥομφαίαν σου ἐπὶ τὸν μηρόν σου δυνατέ· τῇ ὡραιότητί σου, καὶ τῷ κάλλει σου, |
| 5 | With thy comeliness and thy beauty set out, proceed prosperously, and reign. Because of truth and meekness and justice: and thy right hand shall conduct thee wonderfully. | καὶ ἔντεινον, καὶ κατευοδοῦ, καὶ βασίλευε· ἕνεκεν ἀληθείας καὶ πρᾳΰτητος καὶ δικαιοσύνης, καὶ ὁδηγήσει σε θαυμαστῶς ἡ δεξιά σου. |
| 6 | Thy arrows are sharp: under thee shall people fall, into the hearts of the king’s enemies. | Τὰ βέλη σου ἠκονημένα δυνατὲ, λαοὶ ὑποκάτω σου πεσοῦνται, ἐν καρδίᾳ τῶν ἐχθρῶν τοῦ βασιλέως. |
| 7 | Thy throne, O God, is for ever and ever: the sceptre of thy kingdom is a sceptre of uprightness. | Ὁ θρόνος σου ὁ Θεὸς εἰς αἰῶνα αἰῶνος, ῥάβδος εὐθύτητος ἡ ῥάβδος τῆς βασιλείας σου. |
| 8 | Thou hast loved justice, and hated iniquity: therefore God, thy God, hath anointed thee with the oil of gladness above thy fellows. | Ἠγάπησας δικαιοσύνην, καὶ ἐμίσησας ἀνομίαν, διὰ τοῦτο ἔχρισέ σε ὁ Θεὸς ὁ Θεός σου ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου. |
| 9 | Myrrh and stacte and cassia perfume thy garments, from the ivory houses: out of which | Σμύρνα καὶ στακτὴ καὶ κασία ἀπὸ τῶν ἱματίων σου, ἀπὸ βάρεων ἐλεφαντίνων, ἐξ ὧν ηὔφρανάν σε |
| 10 | The daughters of kings have delighted thee in thy glory. The queen stood on thy right hand, in gilded clothing; surrounded with variety. | θυγατέρες βασιλέων ἐν τῇ τιμῇ σου· παρέστη ἡ βασίλισσα ἐκ δεξιῶν σου, ἐν ἱματισμῷ διαχρύσῳ περιβεβλημένη, πεποικιλμένη. |
| 11 | Hearken, O daughter, and see, and incline thy ear: and forget thy people and thy father’s house. | Ἄκουσον θύγατερ καὶ ἴδε καὶ κλῖνον τὸ οὖς σου, καὶ ἐπιλάθου τοῦ λαοῦ σου, καὶ τοῦ οἴκου τοῦ πατρός σου. |
| 12 | And the king shall greatly desire thy beauty; for he is the Lord thy God, and him they shall adore. | Ὅτι ἐπεθύμησεν ὁ βασιλεὺς τοῦ κάλλους σου, ὅτι αὐτός ἐστιν ὁ Κύριός σου. |
| 13 | And the daughters of Tyre with gifts, yea, all the rich among the people, shall entreat thy countenance. | Καὶ προσκυνήσουσιν αὐτῷ θυγατέρες Τύρου ἐν δώροις, τὸ πρόσωπόν σου λιτανεῦσουσιν οἱ πλούσιοι τοῦ λαοῦ τῆς γῆς. |
| 14 | All the glory of the king’s daughter is within in golden borders, | Πᾶσα ἡ δόξα αὐτῆς θυγατρὸς τοῦ βασιλέως Ἐσεβὼν, ἐν κροσσωτοῖς χρυσοῖς περιβεβλημένη, πεποικιλμένη· |
| 15 | Clothed round about with varieties. After her shall virgins be brought to the king: her neighbours shall be brought to thee. | ἀπενεχθήσονται τῷ βασιλεῖ παρθένοι ὀπίσω αὐτῆς, αἱ πλησίον αὐτῆς ἀπενεχθήσονταί σοι. |
| 16 | They shall be brought with gladness and rejoicing: they shall be brought into the temple of the king. | Ἀπενεχθήσονται ἐν εὐφροσύνῃ καὶ ἀγαλλιάσει, ἀχθήσονται εἰς ναὸν βασιλέως. |
| 17 | Instead of thy fathers, sons are born to thee: thou shalt make them princes over all the earth. | Ἀντὶ τῶν πατέρων σου ἐγενήθησάν σοι υἱοὶ, καταστήσεις αὐτοὺς ἄρχοντας ἐπὶ πᾶσαν τὴν γῆν. |
| 18 | They shall remember thy name throughout all generations. Therefore shall people praise thee for ever; yea, for ever and ever. | Μνησθήσονται τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ, διὰ τοῦτο λαοὶ ἐξομολογήσονταί σοι εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· |
