Comparison
Psalms 70
Douay-Rheims and Septuagint (Sixtine edition, 1587), verse by verse.
| Douay-Rheims | Septuagint (Sixtine edition, 1587) | |
|---|---|---|
| 1 | A psalm for David. Of the sons of Jonadab, and the former captives. In thee, O Lord, I have hoped, let me never be put to confusion: | Τῷ Δαυὶδ υἱῶν Ἰωναδὰβ, καὶ τῶν πρώτων αἰχμαλωτισθέντων. Ἐπὶ σοὶ Κύριε ἤλπισα, μὴ καταισχυνθείην εἰς τὸν αἰῶνα. |
| 2 | Deliver me in thy justice, and rescue me. Incline thy ear unto me, and save me. | Ἐν τῇ δικαιοσύνῃ σου ῥῦσαί με καὶ ἐξελοῦ με, κλῖνον πρὸς μὲ τὸ οὖς σου καὶ σῶσόν με. |
| 3 | Be thou unto me a God, a protector, and a place of strength: that thou mayst make me safe. For thou art my firmament and my refuge. | Γενοῦ μοι εἰς Θεὸν ὑπερασπιστὴν, καὶ εἰς τόπον ὀχυρὸν τοῦ σῶσαί με, ὅτι στερέωμά μου καὶ καταφυγή μου εἶ σύ. |
| 4 | Deliver me, O my God, out of the hand of the sinner, and out of the hand of the transgressor of the law and of the unjust. | Ὁ Θεός μου ῥῦσαί με ἐκ χειρὸς ἁμαρτωλοῦ, ἐκ χειρὸς παρανομοῦντος καὶ ἀδικοῦντος. |
| 5 | For thou art my patience, O Lord: my hope, O Lord, from my youth; | Ὅτι σὺ εἶ ἡ ὑπομονή μου Κύριε, Κύριε ἡ ἐλπίς μου ἐκ νεότητός μου· |
| 6 | By thee have I been confirmed from the womb: from my mother’s womb thou art my protector. Of thee shall I continually sing: | Ἐπὶ σὲ ἐπεστηρίχθην ἀπὸ γαστρὸς, ἐκ κοιλίας μητρός μου σύ μου εἶ σκεπαστής. ἐν σοὶ ἡ ὕμνησίς μου διαπαντός. |
| 7 | I run become unto many as a wonder, but thou art a strong helper. | Ὡσεὶ τέρας ἐγενήθην τοῖς πολλοῖς, καὶ σὺ βοηθὸς κραταιός. |
| 8 | Let my mouth be filled with praise, that I may sing thy glory; thy greatness all the day long. | Πληρωθήτω τὸ στόμα μου αἰνέσεως, ὅπως ὑμνήσω τὴν δόξαν σου, ὅλην τὴν ἡμέραν τὴν μεγαλοπρέπειάν σου. |
| 9 | Cast me not off in the time of old age: when my strength shall fail, do not thou forsake me. | Μὴ ἀποῤῥίψῃς με εἰς καιρὸν γήρους, ἐν τῷ ἐκλείπειν τὴν ἰσχύν μου μὴ ἐγκαταλίπῃς με. |
| 10 | For my enemies have spoken against me; and they that watched my soul have consulted together, | Ὅτι εἶπαν οἱ ἐχθροί μου ἐμοὶ, καὶ οἱ φυλάσσοντες τὴν ψυχήν μου ἐβουλεύσαντο ἐπιτοαυτὸ, |
| 11 | Saying: God hath forsaken him: pursue and take him, for there is none to deliver him. | λέγοντες, ὁ Θεὸς ἐγκατέλιπεν αὐτὸν, καταδιώξατε καὶ καταλάβετε αὐτὸν, ὅτι οὐκ ἔστιν ὁ ῥυόμενος. |
| 12 | O God, be not thou far from me: O my God, make haste to my help. | Ὁ Θεὸς μὴ μακρύνῃς ἀπʼ ἐμοῦ, |
| 13 | Let them be confounded and come to nothing that detract my soul; let them be covered with confusion and shame that seek my hurt. | ὁ Θεός μου εἰς τὴν βοήθειάν μου πρόσχες. Αἰσχυνθήτωσαν καὶ ἐκλιπέτωσαν οἱ ἐνδιαβάλλοντες τὴν ψυχήν μου, περιβαλλέσθωσαν αἰσχύνην καὶ ἐντροπὴν οἱ ζητοῦντες τὰ κακά μοι. |
| 14 | But I will always hope; and will add to all thy praise. | Ἐγὼ δὲ διαπαντὸς ἐλπιῶ, καὶ προσθήσω ἐπὶ πᾶσαν τὴν αἴνεσίν σου. |
| 15 | My mouth shall shew forth thy justice; thy salvation all the day long. Because I have not known learning, | Τὸ στόμα μου ἐξαγγελεῖ τὴν δικαιοσύνην σου, ὅλην τὴν ἡμέραν τὴν σωτηρίαν σου· ὅτι οὐκ ἔγνων πραγματείας. |
| 16 | I will enter into the powers of the Lord: O Lord, I will be mindful of thy justice alone. | Εἰσελεύσομαι ἐν δυναστείᾳ Κυρίου, Κύριε μνησθήσομαι τῆς δικαιοσύνης σου μόνου. |
| 17 | Thou hast taught me, O God, from my youth: and till now I will declare thy wonderful works. | Ἐδίδαξας με ὁ Θεὸς ἐκ νεότητός μου, καὶ μέχρι νῦν ἀπαγγελῶ τὰ θαυμάσιά σου, |
| 18 | And unto old age and grey hairs: O God, forsake me not, Until I shew forth thy arm to all the generation that is to come: Thy power, | καὶ ἕως γήρους καὶ πρεσβείου· ὁ Θεὸς μὴ ἐγκαταλίπῃς με, ἕως ἂν ἀπαγγείλω τὸν βραχίονά σου πάσῃ τῇ γενεᾷ τῇ ἐρχομένῃ· Τὴν δυναστείαν σου, |
| 19 | And thy justice, O God, even to the highest great things thou hast done: O God, who is like to thee? | καὶ τὴν δικαιοσύνην σου ὁ Θεὸς ἕως ὑψίστων, ἃ ἐποίησας μεγαλεῖα· ὁ Θεὸς τίς ὅμοιός σοι; |
| 20 | How great troubles hast thou shewn me, many and grievous: and turning thou hast brought me to life, and hast brought me back again from the depths of the earth: | Ὅσας ἔδειξάς μοι θλίψεις πολλὰς καὶ κακάς; καὶ ἐπιστρέψας ἐζωοποίησάς με, καὶ ἐκ τῶν ἀβύσσων τῆς γῆς πάλιν ἀνήγαγές με. |
| 21 | Thou hast multiplied thy magnificence; and turning to me thou hast comforted me. | Ἐπλεόνασας τὴν δικαιοσύνην σου, καὶ ἐπιστρέψας παρεκάλεσάς με, καὶ ἐκ τῶν ἀβύσσων τῆς γῆς πάλιν ἀνήγαγές με. |
| 22 | For I will also confess to thee thy truth with the instruments of psaltery: O God, I will sing to thee with the harp, thou holy one of Israel. | Καὶ γὰρ ἐγὼ ἐξομολογήσομαί σοι ἐν σκεύει ψαλμοῦ τὴν ἀλήθειάν σου ὁ Θεὸς, ψαλῶ σοι ἐν κιθάρᾳ ὁ ἅγιος τοῦ Ἰσραήλ. |
| 23 | My lips shall greatly rejoice, when I shall sing to thee; and my soul which thou hast redeemed. | Ἀγαλλιάσονται τὰ χείλη μου ὅταν ψάλω σοι, καὶ ἡ ψυχή μου ἣν ἐλυτρώσω. |
| 24 | Yea and my tongue shall meditate on thy justice all the day; when they shall be confounded and put to shame that seek evils to me. | Ἔτι δὲ καὶ ἡ γλῶσσά μου ὅλην τὴν ἡμέραν μελετήσει τὴν δικαιοσύνην σου, ὅταν αἰσχυνθῶσι καὶ ἐντραπῶσιν οἱ ζητοῦντες τὰ κακά μοι. |
