Comparison
Psalms 20
Douay-Rheims and Septuagint (Sixtine edition, 1587), verse by verse.
| Douay-Rheims | Septuagint (Sixtine edition, 1587) | |
|---|---|---|
| 1 | Unto the end. A psalm for David. | Εἰς τὸ τέλος, ψαλμὸς τῷ Δαυίδ. |
| 2 | In thy strength, O Lord, the king shall joy; and in thy salvation he shall rejoice exceedingly. | Κύριε, ἐν τῇ δυνάμει σου εὐφρανθήσεται ὁ βασιλεὺς, καὶ ἐπὶ τῷ σωτηρίῳ σου ἀγαλλιάσεται σφόδρα. |
| 3 | Thou hast given him his heart’s desire: and hast not withholden from him the will of his lips. | Τὴν ἐπιθυμίαν τῆς ψυχῆς αὐτοῦ ἔδωκας αὐτῷ, καὶ τὴν δέησιν τῶν χειλέων αὐτοῦ οὐκ ἐστέρησας αὐτόν· διάψαλμα. |
| 4 | For thou hast prevented him with blessings of sweetness: thou hast set on his head a crown of precious stones. | Ὅτι προέφθασας αὐτὸν ἐν εὐλογίαις χρηστότητος, ἔθηκας ἐπὶ τὴν κεφαλὴν αὐτοῦ στέφανον ἐκ λίθου τιμίου. |
| 5 | He asked life of thee: and thou hast given him length of days for ever and ever. | Ζωὴν ᾐτήσατό σε, καὶ ἔδωκας αὐτῷ μακρότητα ἡμερῶν εἰς αἰῶνα αἰῶνος. |
| 6 | His glory is great in thy salvation: glory and great beauty shalt thou lay upon him. | Μεγάλη ἡ δόξα αὐτοῦ ἐν τῷ σωτηρίῳ σου, δόξαν καὶ μεγαλοπρέπειαν ἐπιθήσεις ἐπʼ αὐτόν. |
| 7 | For thou shalt give him to be a blessing for ever and ever: thou shalt make him joyful in gladness with thy countenance. | Ὅτι δώσεις αὐτῷ εὐλογίαν εἰς αἰῶνα αἰῶνος, εὐφρανεῖς αὐτὸν ἐν χαρᾷ μετὰ τοῦ προσώπου σου. |
| 8 | For the king hopeth in the Lord: and through the mercy of the most High he shall not be moved. | Ὅτι ὁ βασιλεὺς ἐλπίζει ἐπὶ Κύριον, καὶ ἐν τῷ ἐλέει τοῦ ὑψίστου οὐ μὴ σαλευθῇ. |
| 9 | Let thy hand be found by all thy enemies: let thy right hand find out all them that hate thee. | Εὑρεθείη ἡ χείρ σου πᾶσι τοῖς ἐχθροῖς σου, ἡ δεξιά σου εὕροι πάντας τοὺς μισοῦντάς σε. |
| 10 | Thou shalt make them as an oven of fire, in the time of thy anger: the Lord shall trouble them in his wrath, and fire shall devour them. | Θήσεις αὐτοὺς ὡς κλίβανον πυρὸς εἰς καιρὸν τοῦ προσώπου σου, Κύριος ἐν ὀργῇ αὐτοῦ συνταράξει αὐτοὺς, καὶ καταφάγεται αὐτοὺς πῦρ. |
| 11 | Their fruit shalt thou destroy from the earth: and their seed from among the children of men. | Τὸν καρπὸν αὐτῶν ἀπὸ γῆς ἀπολεῖς, καὶ τὸ σπέρμα αὐτῶν ἀπὸ υἱῶν ἀνθρώπων. |
| 12 | For they have intended evils against thee: they have devised counsels which they have not been able to establish. | Ὅτι ἔκλιναν εἰς σὲ κακὰ, διελογίσαντο βουλὴν, ἣν οὐ μὴ δύνωνται στῆσαι. |
| 13 | For thou shalt make them turn their back: in thy remnants thou shalt prepare their face. | Ὅτι θήσεις αὐτοὺς νῶτον ἐν τοῖς περιλοίποις σου, ἑτοιμάσεις τὸ πρόσωπον αὐτῶν. |
| 14 | Be thou exalted, O Lord, in thy own strength: we will sing and praise thy power. | Ὑψώθητι Κύριε ἐν τῇ δυνάμει σου· ᾄσομεν καὶ ψαλοῦμεν τὰς δυναστείας σου. |
