Comparison
Psalms 90
Douay-Rheims and Septuagint (Sixtine edition, 1587), verse by verse.
| Douay-Rheims | Septuagint (Sixtine edition, 1587) | |
|---|---|---|
| 1 | The praise of a canticle for David. He that dwelleth in the aid of the most High, shall abide under the protection of the God of Jacob. | Αἶνος ᾠδῆς τῷ Δαυίδ. Ὁ κατοικῶν ἐν βοηθείᾳ τοῦ ὑψίστου, ἐν σκέπῃ τοῦ Θεοῦ τοῦ οὐρανοῦ αὐλισθήσεται. |
| 2 | He shall say to the Lord: Thou art my protector, and my refuge: my God, in him will I trust. | Ἐρεῖ τῷ Κυρίῳ, ἀντιλήπτωρ μου εἶ καὶ καταφυγή μου, ὁ Θεός μου, ἐλπιῶ ἐπʼ αὐτόν. |
| 3 | For he hath delivered me from the snare of the hunters: and from the sharp word. | Ὅτι αὐτὸς ῥύσεταί σε ἐκ παγίδος θηρευτῶν, ἀπὸ λόγου ταραχώδους. |
| 4 | He will overshadow thee with his shoulders: and under his wings thou shalt trust. | Ἐν τοῖς μεταφρένοις αὐτοῦ ἐπισκιάσει σοι, καὶ ὑπὸ τὰς πτέρυγας αὐτοῦ ἐλπιεῖς· ὅπλῳ κυκλώσει σε ἡ ἀλήθεια αὐτοῦ. |
| 5 | His truth shall compass thee with a shield: thou shalt not be afraid of the terror of the night. | Οὐ φοβηθήσῃ ἀπὸ φόβου νυκτερινοῦ, ἀπὸ βέλους πετομένου ἡμέρας, |
| 6 | Of the arrow that flieth in the day, of the business that walketh about in the dark: of invasion, or of the noonday devil. | ἀπὸ πράγματος διαπορευομένου ἐν σκότει, ἀπὸ συμπτώματος καὶ δαιμονίου μεσημβρινοῦ. |
| 7 | A thousand shall fall at thy side, and ten thousand at thy right hand: but it shall not come nigh thee. | Πεσεῖται ἐκ τοῦ κλίτους σου χιλιὰς, καὶ μυριὰς ἐκ δεξιῶν σου, πρὸς σὲ δὲ οὐκ ἐγγιεῖ. |
| 8 | But thou shalt consider with thy eyes: and shalt see the reward of the wicked. | Πλὴν τοῖς ὀφθαλμοῖς σου κατανοήσεις, καὶ ἀνταπόδοσιν ἁμαρτωλῶν ὄψει. |
| 9 | Because thou, O Lord, art my hope: thou hast made the most High thy refuge. | Ὅτι σὺ Κύριε ἡ ἐλπίς μου, τὸν ὕψιστον ἔθου καταφυγήν σου. |
| 10 | There shall no evil come to thee: nor shall the scourge come near thy dwelling. | Οὐ προσελεύσεται πρὸς σὲ κακὰ, καὶ μάστιξ οὐκ ἐγγιεῖ τῷ σκηνώματί σου. |
| 11 | For he hath given his angels charge over thee; to keep thee in all thy ways. | Ὅτι τοῖς ἀγγέλοις αὐτοῦ ἐντελεῖται περὶ σοῦ, τοῦ διαφυλάξαι σε ἐν πάσαις ταῖς ὁδοῖς σου. |
| 12 | In their hands they shall bear thee up: lest thou dash thy foot against a stone. | Ἐπὶ χειρῶν ἀροῦσί σε, μή ποτε προσκόψῃς πρὸς λίθον τὸν πόδα σου. |
| 13 | Thou shalt walk upon the asp and the basilisk: and thou shalt trample under foot the lion and the dragon. | Ἐπʼ ἀσπίδα καὶ βασιλίσκον ἐπιβήσῃ, καὶ καταπατήσεις λέοντα καὶ δράκοντα. |
| 14 | Because he hoped in me I will deliver him: I will protect him because he hath known my name. | Ὅτι ἐπʼ ἐμὲ ἤλπισε, καὶ ῥύσομαι αὐτόν· σκεπάσω αὐτὸν, ὅτι ἔγνω τὸ ὄνομά μου. |
| 15 | He shall cry to me, and I will hear him: I am with him in tribulation, I will deliver him, and I will glorify him. | Ἐπικαλέσεται πρὸς μὲ, καὶ εἰσακούσομαι αὐτοῦ, μετʼ αὐτοῦ εἰμι ἐν θλίψει, καὶ ἐξελοῦμαι αὐτὸν, καὶ δοξάσω αὐτόν. |
| 16 | I will fill him with length of days; and I will shew him my salvation. | Μακρότητι ἡμερῶν ἐμπλήσω αὐτὸν, καὶ δείξω αὐτῷ τὸ σωτήριόν μου. |
