Comparison
Psalms 8
Douay-Rheims and Septuagint (Sixtine edition, 1587), verse by verse.
| Douay-Rheims | Septuagint (Sixtine edition, 1587) | |
|---|---|---|
| 1 | Unto the end, for the presses: a psalm of David. | Εἰς τὸ τέλος, ὑπὲρ τῶν ληνῶν, ψαλμὸς τῷ Δαυίδ. |
| 2 | O Lord our Lord, how admirable is thy name in the whole earth! For thy magnificence is elevated above the heavens. | Κύριε ὁ Κύριος ἡμῶν, ὡς θαυμαστὸν τὸ ὄνομά σου ἐν πάσῃ τῇ γῇ; ὅτι ἐπῄρθη ἡ μεγαλοπρέπειά σου ὑπεράνω τῶν οὐρανῶν. |
| 3 | Out of the mouth of infants and of sucklings thou hast perfected praise, because of thy enemies, that thou mayst destroy the enemy and the avenger. | Ἐκ στόματος νηπίων καὶ θηλαζόντων κατηρτίσω αἶνον· ἕνεκα τῶν ἐχθρῶν σου, τοῦ καταλῦσαι ἐχθρὸν καὶ ἐκδικητήν. |
| 4 | For I will behold thy heavens, the works of thy fingers: the moon and the stars which thou hast founded. | Ὅτι ὄψομαι τοὺς οὐρανοὺς ἔργα τῶν δακτύλων σου, σελήνην καὶ ἀστέρας, ἃ σὺ ἐθεμελίωσας· |
| 5 | What is man that thou art mindful of him? or the son of man that thou visitest hi? | Τί ἐστιν ἄνθρωπος, ὅτι μιμνήσκῃ αὐτοῦ; ἢ υἱὸς ἀνθρώπου, ὅτι ἐπισκέπτῃ αὐτόν; |
| 6 | Thou hast made him a little less than the angels, thou hast crowned him with glory and honour: | Ἠλάττωσας αὐτὸν βραχύ τι παρʼ ἀγγέλους, δόξῃ καὶ τιμῇ ἐστεφάνωσας αὐτὸν, |
| 7 | And hast set him over the works of thy hands. | καὶ κατέστησας αὐτὸν ἐπὶ τὰ ἔργα τῶν χειρῶν σου· πάντα ὑπέταξας ὑποκάτω τῶν ποδῶν αὐτοῦ, |
| 8 | Thou hast subjected all things under his feet, all sheep and oxen: moreover the beasts also of the fields. | πρόβατα καὶ βόας πάσας, ἔτι δὲ καὶ τὰ κτήνη τοῦ πεδίου, |
| 9 | The birds of the air, and the fishes of the sea, that pass through the paths of the sea. | τὰ πετεινὰ τοῦ οὐρανοῦ, καὶ τοὺς ἰχθύας τῆς θαλάσσης, τὰ διαπορευόμενα τρίβους θαλασσῶν. |
| 10 | O Lord our Lord, how admirable is thy name in all the earth! | Κύριε ὁ Κύριος ἡμῶν, ὡς θαυμαστὸν ὄνομά σου ἐν πάσῃ τῇ γῇ; |
