Comparison
Psalms 118
Douay-Rheims and Septuagint (Sixtine edition, 1587), verse by verse.
| Douay-Rheims | Septuagint (Sixtine edition, 1587) | |
|---|---|---|
| 1 | ALEPH. Blessed are the undefiled in the way, who walk in the law of the Lord. | Ἀλληλούϊα. Μακάριοι ἄμωμοι ἐν ὁδῷ, οἱ πορευόμενοι ἐν νόμῳ Κυρίου. |
| 2 | Blessed are they who search his testimonies: that seek him with their whole heart. | Μακάριοι οἱ ἐξερευνῶντες τὰ μαρτύρια αὐτοῦ, ἐν ὅλῃ καρδίᾳ ἐκζητήσουσιν αὐτόν. |
| 3 | For they that work iniquity, have not walked in his ways. | Οὐ γὰρ οἱ ἐργαζόμενοι τὴν ἀνομίαν ἐν ταῖς ὁδοῖς αὐτοῦ ἐπορεύθησαν. |
| 4 | Thou hast commanded thy commandments to be kept most diligently. | Σὺ ἐνετείλω τὰς ἐντολάς σου, τοῦ φυλάξασθαι σφόδρα. |
| 5 | O! that my ways may be directed to keep thy justifications. | Ὄφελον κατευθυνθείησαν αἱ ὁδοί μου, τοῦ φυλάξασθαι τὰ δικαιώματά σου. |
| 6 | Then shall I not be confounded, when I shall look into all thy commandments. | Τότε οὐ μὴ αἰσχυνθῶ, ἐν τῷ με ἐπιβλέπειν ἐπὶ πάσας τὰς ἐντολάς σου. |
| 7 | I will praise thee with uprightness of heart, when I shall have learned the judgments of thy justice. | Ἐξομολογήσομαί σοι ἐν εὐθύτητι καρδίας, ἐν τῷ μεμαθηκέναι με τὰ κρίματα τῆς δικαιοσύνης σου. |
| 8 | I will keep thy justifications: O! do not thou utterly forsake me. | Τὰ δικαιώματά σου φυλάξω, μή με ἐγκαταλίπῃς ἕως σφόδρα. |
| 9 | BETH. By what doth a young man correct his way? by observing thy words. | Ἐν τίνι κατορθώσει νεώτερος τὴν ὁδὸν αὐτοῦ; ἐν τῷ φυλάξασθαι τοὺς λόγους σου. |
| 10 | With my whole heart have I sought after thee: let me not stray from thy commandments. | Ἐν ὅλῃ καρδίᾳ μου ἐξεζήτησά σε, μὴ ἀπώσῃ με ἀπὸ τῶν ἐντολῶν σου. |
| 11 | Thy words have I hidden in my heart, that I may not sin against thee. | Ἐν τῇ καρδίᾳ μου ἔκρυψα τὰ λόγιά σου, ὅπως ἂν μὴ ἁμάρτω σοι. |
| 12 | Blessed art thou, O Lord: teach me thy justifications. | Εὐλογητὸς εἶ Κύριε, δίδαξόν με τὰ δικαιώματά σου. |
| 13 | With my lips I have pronounced all the judgments of thy mouth. | Ἐν τοῖς χείλεσί μου ἐξήγγειλα πάντα τὰ κρίματα τοῦ στόματός σου. |
| 14 | I have been delighted in the way of thy testimonies, as in all riches. | Ἐν τῇ ὁδῷ τῶν μαρτυρίων σου ἐτέρφθην, ὡς ἐπὶ παντὶ πλούτῳ. |
| 15 | I will meditate on thy commandments: and I will consider thy ways. | Ἐν ταῖς ἐντολαῖς σου ἀδολεσχήσω, καὶ κατανοήσω τὰς ὁδούς σου. |
| 16 | I will think of thy justifications: I will not forget thy words. | Ἐν τοῖς δικαιώμασί σου μελετήσω, οὐκ ἐπιλήσομαι τῶν λόγων σου. |
| 17 | GIMEL. Give bountifully to thy servant, enliven me: and I shall keep thy words. | Ἀνταπόδος τῷ δούλῳ σου, ζήσομαι καὶ φυλάξω τοὺς λόγους σου. |
| 18 | Open thou my eyes: and I will consider the wondrous things of thy law. | Ἀποκάλυψον τοὺς ὀφθαλμούς μου, καὶ κατανοήσω τὰ θαυμάσια ἐκ τοῦ νόμου σου. |
| 19 | I am a sojourner on the earth: hide not thy commandments from me. | Πάροικος ἐγώ εἰμι ἐν τῇ γῇ, μὴ ἀποκρύψῃς ἀπʼ ἐμοῦ τὰς ἐντολάς σου. |
| 20 | My soul hath coveted to long for thy justifications, at all times. | Ἐπεπόθησεν ἡ ψυχή μου τοῦ ἐπιθυμῆσαι τὰ κρίματά σου ἐν παντὶ καιρῷ. |
| 21 | Thou hast rebuked the proud: they are cursed who decline from thy commandments. | Ἐπετίμησας ὑπερηφάνοις, ἐπικατάρατοι οἱ ἐκκλίνοντες ἀπὸ τῶν ἐντολῶν σου. |
| 22 | Remove from reproach and contempt: because I have sought after thy testimonies. | Περίελε ἀπʼ ἐμοῦ ὄνειδος καὶ ἐξουδένωσιν, ὅτι τὰ μαρτύριά σου ἐξεζήτησα. |
| 23 | For princes sat, and spoke against me: but thy servant was employed in thy justifications. | Καὶ γὰρ ἐκάθισαν ἄρχοντες, καὶ κατʼ ἐμοῦ κατελάλουν, ὁ δὲ δοῦλός σου ἠδολέσχει ἐν τοῖς δικαιώμασί σου. |
| 24 | For thy testimonies are my meditation: and thy justifications my counsel. | Καὶ γὰρ τὰ μαρτύριά σου μελέτη μου ἐστὶ, καὶ αἱ συμβουλίαι μου τὰ δικαιώματά σου. |
| 25 | DALETH. My soul hath cleaved to the pavement: quicken thou me according to thy word. | Ἐκολλήθη τῷ ἐδάφει ἡ ψυχή μου, ζῆσόν με κατὰ τὸ λόγον σου. |
| 26 | I have declared my ways, and thou hast heard me: teach me thy justifications. | Τὰς ὁδούς σου ἐξήγγειλα καὶ ἐπήκουσάς μου, δίδαξόν με τὰ δικαιώματά σου. |
| 27 | Make me to understand the way of thy justifications: and I shall be exercised in thy wondrous works. | Ὁδὸν δικαιωμάτων σου συνέτισόν με, καὶ ἀδολεσχήσω ἐν τοῖς θαυμασίοις σου. |
| 28 | My soul hath slumbered through heaviness: strengthen thou me in thy words. | Ἐνύσταξεν ἡ ψυχή μου ἀπὸ ἀκηδίας, βεβαίωσόν με ἐν τοῖς λόγοις σου. |
| 29 | Remove from me the way of iniquity: and out of thy law have mercy on me. | Ὁδὸν ἀδικίας ἀπόστησον ἀπʼ ἐμοῦ, καὶ τῷ νόμῳ σου ἐλέησόν με. |
| 30 | I have chosen the way of truth: thy judgments I have not forgotten. | Ὁδὸν ἀληθείας ᾑρετισάμην, καὶ τὰ κρίματά σου οὐκ ἐπελαθόμην. |
| 31 | I have stuck to thy testimonies, O Lord: put me not to shame. | Ἐκολλήθην τοῖς μαρτυρίοις σου Κύριε, μή με καταισχύνῃς. |
| 32 | I have run the way of thy commandments, when thou didst enlarge my heart. | Ὁδὸν ἐντολῶν σου ἔδραμον, ὅταν ἐπλάτυνας τὴν καρδίαν μου. |
| 33 | HE. Set before me for a law the way of thy justifications, O Lord: and I will always seek after it. | Νομοθέτησόν με Κύριε τὴν ὁδὸν τῶν δικαιωμάτων σου, καὶ ἐκζητήσω αὐτὴν διαπαντός. |
| 34 | Give me understanding, and I will search thy law; and I will keep it with my whole heart. | Συνέτισόν με, καὶ ἐξερευνήσω τὸν νόμον σου, καὶ φυλάξω αὐτὸν ἐν ὅλῃ καρδίᾳ μου. |
| 35 | Lead me into the path of thy commandments; for this same I have desired. | Ὁδήγησόν με ἐν τῇ τρίβῳ τῶν ἐντολῶν σου, ὅτι αὐτὴν ἠθέλησα. |
| 36 | Incline my heart into thy testimonies and not to covetousness. | Κλῖνον τὴν καρδίαν μου εἰς τὰ μαρτύριά σου, καὶ μὴ εἰς πλεονεξίαν. |
| 37 | Turn away my eyes that they may not behold vanity: quicken me in thy way. | Ἀπόστρεψον τοὺς ὀφθαλμούς μου τοῦ μὴ ἰδεῖν ματαιότητα, ἐν τῇ ὁδῷ σου ζῆσόν με. |
| 38 | Establish thy word to thy servant, in thy fear. | Στῆσον τῷ δούλῳ σου τὸ λόγιόν σου εἰς τὸν φόβον σου. |
| 39 | Turn away my reproach, which I have apprehended: for thy judgments are delightful. | Περίελε τὸν ὄνειδισμόν μου ὃν ὑπώπτευσα, ὅτι τὰ κρίματά σου χρηστά. |
| 40 | Behold I have longed after thy precepts: quicken me in thy justice. | Ἰδοὺ ἐπεθύμησα τὰς ἐντολάς σου, ἐν τῇ δικαιοσύνῃ σου ζῆσόν με. |
| 41 | VAU. Let thy mercy also come upon me, O Lord: thy salvation according to thy word. | Καὶ ἔλθοι ἐπʼ ἐμὲ τὸ ἔλεός σου Κύριε, τὸ σωτήριόν σου κατὰ τὸν λόγον σου. |
| 42 | So shall I answer them that reproach me in any thing; that I have trusted in thy words. | Καὶ ἀποκριθήσομαι τοῖς ὀνειδίζουσί μοι λόγον, ὅτι ἤλπισα ἐπὶ τοῖς λόγοις σου. |
| 43 | And take not thou the word of truth utterly out of my mouth: for in thy words have I hoped exceedingly. | Καὶ μὴ περιέλῃς ἐκ τοῦ στόματός μου λόγον ἀληθείας ἕως σφόδρα, ὅτι ἐπὶ τοῖς κρίμασί σου ἐπήλπισα. |
| 44 | So shall I always keep thy law, for ever and ever. | Καὶ φυλάξω τὸν νόμον σου διαπαντὸς, εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. |
| 45 | And I walked at large: because I have sought after thy commandments. | Καὶ ἐπορευόμην ἐν πλατυσμῷ, ὅτι τὰς ἐντολάς σου ἐξεζήτησα. |
| 46 | And I spoke of thy testimonies before kings: and I was not ashamed. | Καὶ ἐλάλουν ἐν τοῖς μαρτυρίοις σου ἐναντίον βασιλέων, καὶ οὐκ ᾐσχυνόμην. |
| 47 | I meditated also on thy commandments, which I loved. | Καὶ ἐμελέτων ἐν ταῖς ἐντολαῖς σου, αἷς ἠγάπησα σφόδρα. |
| 48 | And I lifted up my hands to thy commandments, which I loved: and I was exercised in thy justifications. | Καὶ ᾖρα τὰς χεῖράς μου πρὸς τὰς ἐντολάς σου ἃς ἠγάπησα, καὶ ἠδολέσχουν ἐν τοῖς δικαιώμασί σου. |
| 49 | ZAIN. Be thou mindful of thy word to thy servant, in which thou hast given me hope. | Μνήσθητι τῶν λόγων σου τῷ δούλῳ σου ὧν ἐπήλπισάς με. |
| 50 | This hath comforted me in my humiliation: because thy word hath enlivened me. | Αὕτη με παρεκάλεσεν ἐν τῇ ταπεινώσει μου, ὅτι τὸ λόγιόν σου ἔζησέ με. |
| 51 | The proud did iniquitously altogether: but I declined not from thy law. | Ὑπερήφανοι παρηνόμουν ἕως σφόδρα, ἀπὸ δὲ τοῦ νόμου σου οὐκ ἐξέκλινα. |
| 52 | I remembered, O Lord, thy judgments of old: and I was comforted. | Ἐμνήσθην τῶν κριμάτων σου ἀπʼ αἰῶνος Κύριε, καὶ παρεκλήθην. |
| 53 | A fainting hath taken hold of me, because of the wicked that forsake thy law. | Ἀθυμία κατέσχε με ἀπὸ ἁμαρτωλῶν τῶν ἐγκαταλιμπανόντων τὸν νόμον σου. |
| 54 | Thy justifications were the subject of my song, in the place of my pilgrimage. | Ψαλτὰ ἦσάν μοι τὰ δικαιώματά σου, ἐν τόπῳ παροικίας μου· |
| 55 | In the night I have remembered thy name, O Lord: and have kept thy law. | Ἐμνήσθην ἐν νυκτὶ τοῦ ὀνόματός σου Κύριε, καὶ ἐφύλαξα τὸν νόμον σου. |
| 56 | This happened to me: because I sought after thy justifications. | Αὕτη ἐγενήθη μοι, ὅτι τὰ δικαιώματά σου ἐξεζήτησα. |
| 57 | HETH. O Lord, my portion, I have said, I would keep the law. | Μερίς μου εἶ Κύριε, εἶπα τοῦ φυλάξασθαι τὸν νόμον σου. |
| 58 | I entreated thy face with all my heart: have mercy on me according to thy word. | Ἐδεήθην τοῦ προσώπου σου ἐν ὅλῃ καρδίᾳ μου, ἐλέησόν με κατὰ τὸ λόγιόν σου. |
| 59 | I have thought on my ways: and turned my feet unto thy testimonies. | Διελογισάμην τὰς ὁδούς σου, καὶ ἐπέστρεψα τοὺς πόδας μου εἰς τὰ μαρτύριά σου. |
| 60 | I am ready, and am not troubled: that I may keep thy commandments. | Ἡτοιμάσθην καὶ οὐκ ἐταράχθην, τοῦ φυλάξασθαι τὰς ἐντολάς σου. |
| 61 | The cords of the wicked have encompassed me: but I have not forgotten thy law. | Σχοινία ἁμαρτωλῶν περιεπλάκησάν μοι, καὶ τοῦ νόμου σου οὐκ ἐπελαθόμην. |
| 62 | I rose at midnight to give praise to thee; for the judgments of thy justification. | Μεσονύκτιον ἐξεγειρόμην, τοῦ ἐξομολογεῖσθαί σοι ἐπὶ τὰ κρίματα τῆς δικαιοσύνης σου. |
| 63 | I am a partaker with all them that fear thee, and that keep thy commandments. | Μέτοχος ἐγώ εἰμι πάντων τῶν φοβουμένων σε, καὶ τῶν φυλασσόντων τὰς ἐντολάς σου. |
| 64 | The earth, O Lord, is full of thy mercy: teach me thy justifications. | Τοῦ ἐλέους σου Κύριε πλήρης ἡ γῆ, τὰ δικαιώματά σου δίδαξόν με. |
| 65 | TETH. Thou hast done well with thy servant, O Lord, according to thy word. | Χρηστότητα ἐποίησας μετὰ τοῦ δούλου σου Κύριε κατὰ τὸν λόγον σου. |
| 66 | Teach me goodness and discipline and knowledge; for I have believed thy commandments. | Χρηστότητα καὶ παιδείαν καὶ γνῶσιν δίδαξόν με, ὅτι ταῖς ἐντολαῖς σου ἐπίστευσα. |
| 67 | Before I was humbled I offended; therefore have I kept thy word. | Πρὸ τοῦ με ταπεινωθῆναι, ἐγὼ ἐπλημμέλησα, διὰ τοῦτο τὸ λόγιόν σου ἐφύλαξα. |
| 68 | Thou art good; and in thy goodness teach me thy justifications. | Χρηστὸς εἶ σὺ Κύριε· καὶ ἐν τῇ χρηστότητί σου δίδαξόν με τὰ δικαιωματά σου. |
| 69 | The iniquity of the proud hath been multiplied over me: but I will seek thy commandments with my whole heart. | Ἐπληθύνθη ἐπʼ ἐμὲ ἀδικία ὑπερηφάνων, ἐγὼ δὲ ἐν ὅλῃ καρδίᾳ μου ἐξερευνήσω τὰς ἐντολάς σου. |
| 70 | Their heart is curdled like milk: but I have meditated on thy law. | Ἐτυρώθη ὡς γάλα ἡ καρδία αὐτῶν, ἐγὼ δὲ τὸν νόμον σου ἐμελέτησα. |
| 71 | It is good for me that thou hast humbled me, that I may learn thy justifications. | Ἀγαθόν μοι ὅτι ἐταπείνωσάς με, ὅπως ἂν μάθω τὰ δικαιώματά σου. |
| 72 | The law of thy mouth is good to me, above thousands of gold and silver. | Ἀγαθόν μοι ὁ νόμος τοῦ στόματός σου, ὑπὲρ χιλιάδας χρυσίου καὶ ἀργυρίου. |
| 73 | JOD. Thy hands have made me and formed me: give me understanding, and I will learn thy commandments. | Αἱ χεῖρές σου ἔποίησάν με καὶ ἐπλασάν με, συνέτισόν με καὶ μαθήσομαι τὰς ἐντολάς σου. |
| 74 | They that fear thee shall see me, and shall be glad: because I have greatly hoped in thy words. | Οἱ φοβούμενοί σε ὄψονταί με καὶ εὐφρανθήσονται, ὅτι εἰς τοὺς λόγους σου ἐπήλπισα. |
| 75 | I know, O Lord, that thy judgments are equity: and in thy truth thou hast humbled me. | Ἔγνων Κύριε ὅτι δικαιοσύνη τὰ κρίματά σου, καὶ ἀληθείᾳ ἐταπείνωσάς με. |
| 76 | O! let thy mercy be for my comfort, according to thy word unto thy servant. | Γενηθήτω δὴ τὸ ἔλεός σου τοῦ παρακαλέσαι με, κατὰ τὸ λόγιόν σου τῷ δούλῳ σου. |
| 77 | Let thy tender mercies come unto me, and I shall live: for thy law is my meditation. | Ἐλθέτωσάν μοι οἱ οἰκτιρμοί σου, καὶ ζήσομαι, ὅτι ὁ νόμος σου μελέτη μου ἐστίν. |
| 78 | Let the proud be ashamed, because they have done unjustly towards me: but I will be employed in thy commandments. | Αἰσχυνθήτωσαν ὑπερήφανοι, ὅτι ἀδίκως ἠνόμησαν εἰς ἐμὲ, ἐγὼ δὲ ἀδολεσχήσω ἐν ταῖς ἐντολαῖς σου. |
| 79 | Let them that fear thee turn to me and they that know thy testimonies. | Ἐπιστρεψάτωσάν με οἱ φοβούμενοί σε, καὶ οἱ γινώσκοντες τὰ μαρτύριά σου. |
| 80 | Let my heart be undefiled in thy justifications, that I may not be confounded. | Γενηθήτω ἡ καρδία μου ἄμωμος ἐν τοῖς δικαιώμασί σου, ὅπως ἂν μὴ αἰσχυνθῶ. |
| 81 | CAPH. My soul hath fainted after thy salvation: and in thy word I have very much hoped. | Ἐκλείπει εἰς τὸ σωτήριόν σου ἡ ψυχή μου, εἰς τοὺς λόγους σου ἐπήλπισα. |
| 82 | My eyes have failed for thy word, saying: When wilt thou comfort me? | Ἐξέλιπον οἱ ὀφθαλμοί μου εἰς τὸ λόγιόν σου, λέγοντες, πότε παρακαλέσεις με; |
| 83 | For I am become like a bottle in the frost: I have not forgotten thy justifications. | Ὅτι ἐγενήθην ὡς ἀσκὸς ἐν πάχνῃ· τὰ δικαιώματά σου οὐκ ἐπελαθόμην. |
| 84 | How many are the days of thy servant: when wilt thou execute judgment on them that persecute me? | Πόσαι εἰσὶν αἱ ἡμέραι τοῦ δούλου σου; πότε ποιήσεις μοι ἐκ τῶν καταδιωκόντων με κρίσιν; |
| 85 | The wicked have told me fables: but not as thy law. | Διηγήσαντό μοι παράνομοι ἀδολεσχίας, ἀλλʼ οὐχ ὡς ὁ νόμος σου Κύριε. |
| 86 | All thy statutes are truth: they have persecuted me unjustly, do thou help me. | Πᾶσαι αἱ ἐντολαί σου ἀλήθεια· ἀδίκως κατεδίωξάν με, βοήθησόν μοι. |
| 87 | They had almost made an end of me upon earth: but I have not forsaken thy commandments. | Παρὰ βραχὺ συνετέλεσάν με ἐν τῇ γῇ, ἐγὼ δὲ οὐκ ἐγκατέλιπον τὰς ἐντολάς σου. |
| 88 | Quicken thou me according to thy mercy: and I shall keep the testimonies of thy mouth. | Κατὰ τὸ ἔλεός σου ζῆσόν με, καὶ φυλάξω τὰ μαρτύρια τοῦ στόματός σου. |
| 89 | LAMED. For ever, O Lord, thy word standeth firm in heaven. | Εἰς τὸν αἰῶνα, Κύριε, ὁ λόγος σου διαμένει ἐν τῷ οὐρανῷ, |
| 90 | Thy truth unto all generations: thou hast founded the earth, and it continueth. | εἰς γενεὰν καὶ γενεὰν ἡ ἀλήθειά σου· ἐθεμελίωσας τὴν γῆν καὶ διαμένει. |
| 91 | By thy ordinance the day goeth on: for all things serve thee. | Τῇ διατάξει σου διαμένει ἡμέρα, ὅτι τὰ σύμπαντα δοῦλα σά. |
| 92 | Unless thy law had been my meditation, I had then perhaps perished in my abjection. | Εἰ μὴ ὅτι ὁ νόμος σου μελέτη μου ἐστὶ, τότε ἂν ἀπωλόμην ἐν τῇ ταπεινώσει μου. |
| 93 | Thy justifications I will never forget: for by them thou hast given me life. | Εἰς τὸν αἰῶνα οὐ μὴ ἐπιλάθωμαι τῶν δικαιωμάτων σου, ὅτι ἐν αὐτοῖς ἔζησάς με. |
| 94 | I am thine, save thou me: for I have sought thy justifications. | Σός εἰμι ἐγὼ, σῶσόν με, ὅτι τὰ δικαιώματά σου ἐξεζήτησα. |
| 95 | The wicked have waited for me to destroy me: but I have understood thy testimonies. | Ἐμὲ ὑπέμειναν ἁμαρτωλοὶ τοῦ ἀπολέσαι με, τὰ μαρτύριά σου συνῆκα. |
| 96 | I have seen an end to all persecution: thy commandment is exceeding broad. | Πάσης συντελείας εἶδον πέρας, πλατεία ἡ ἐντολή σου σφόδρα. |
| 97 | MEM. O how have I loved thy law, O Lord! it is my meditation all the day. | Ὡς ἠγάπησα τὸν νόμον σου Κύριε; ὅλην τὴν ἡμέραν μελέτη μου ἐστίν. |
| 98 | Through thy commandment, thou hast made me wiser than my enemies: for it is ever with me. | Ὑπὲρ τοὺς ἐχθρούς μου ἐσόφισάς με τὴν ἐντολήν σου, ὅτι εἰς τὸν αἰῶνα ἐμή ἐστιν. |
| 99 | I have understood more than all my teachers: because thy testimonies are my meditation. | Ὑπὲρ πάντας τοὺς διδάσκοντάς με συνῆκα, ὅτι τὰ μαρτύριά σου μελέτη μου ἐστίν. |
| 100 | I have had understanding above ancients: because I have sought thy commandments. | Ὑπὲρ πρεσβυτέρους συνῆκα, ὅτι τὰς ἐντολάς σου ἐξεζήτησα. |
| 101 | I have restrained my feet from every evil way: that I may keep thy words. | Ἐκ πάσης ὁδοῦ πονηρᾶς ἐκώλυσα τοὺς πόδας μου, ὅπως ἂν φυλάξω τοὺς λόγους σου. |
| 102 | I have not declined from thy judgments, because thou hast set me a law. | Ἀπὸ τῶν κριμάτων σου οὐκ ἐξέκλινα, ὅτι σὺ ἐνομοθέτησάς με. |
| 103 | How sweet are thy words to my palate! more than honey to my mouth. | Ὡς γλυκέα τῷ λάρυγγί μου τὰ λόγιά σου, ὑπὲρ μέλι τῷ στόματί μου. |
| 104 | By thy commandments I have had understanding: therefore have I hated every way of iniquity. | Ἀπὸ τῶν ἐντολῶν σου συνῆκα, διὰ τοῦτο ἐμίσησα πᾶσαν ὁδὸν ἀδικίας. |
| 105 | NUN. Thy word is a lamp to my feet, and a light to my paths. | Λύχνος τοῖς ποσί μου ὁ νόμος σου, καὶ φῶς ταῖς τρίβοις μου. |
| 106 | I have sworn and am determined to keep the judgments of thy justice. | Ὤμοσα καὶ ἔστησα τοῦ φυλάξασθαι τὰ κρίματα τῆς δικαιοσύνης σου. |
| 107 | I have been humbled, O Lord, exceedingly: quicken thou me according to thy word. | Ἐταπεινώθην ἕως σφόδρα Κύριε, ζῆσόν με κατὰ τὸν λόγον σου. |
| 108 | The free offerings of my mouth make acceptable, O Lord: and teach me thy judgments. | Τὰ ἑκούσια τοῦ στόματός μου εὐλόκησον δὴ Κύριε, καὶ τὰ κρίματά σου δίδαξόν με. |
| 109 | My soul is continually in my hands: and I have not forgotten thy law. | Ἡ ψυχή μου ἐν ταῖς χερσὶ σου διαπαντὸς, καὶ τὸν νόμον σου οὐκ ἐπελαθόμην. |
| 110 | Sinners have laid a snare for me: but I have not erred from thy precepts. | Ἔθεντο ἁμαρτωλοὶ παγίδα μοι, καὶ ἐκ τῶν ἐντολῶν σου οὐκ ἐπλανήθην. |
| 111 | I have purchased thy testimonies for an inheritance for ever: because they are a joy to my heart. | Ἐκληρονόμησα τὰ μαρτύριά σου εἰς τὸν αἰῶνα, ὅτι ἀγαλλιάμα τῆς καρδίας μού εἰσιν. |
| 112 | I have inclined my heart to do thy justifications for ever, for the reward. | Ἔκλινα τὴν καρδίαν μου τοῦ ποιῆσαι τὰ δικαιώματά σου εἰς τὸν αἰῶνα διʼ ἀντάμειψιν. |
| 113 | SAMECH. I have hated the unjust: and have loved thy law. | Παρανόμους ἐμίσησα, τὸν δὲ νόμον σου ἠγάπησα. |
| 114 | Thou art my helper and my protector: and in thy word I have greatly hoped. | Βοηθός μου, καὶ ἀντιλήπτωρ μου εἶ σὺ, εἰς τοὺς λόγους σου ἐπήλπισα. |
| 115 | Depart from me, ye malignant: and I will search the commandments of my God. | Ἐκκλίνατε ἀπʼ ἐμοῦ οἱ πονηρευόμενοι, καὶ ἐξεραυνήσω τὰς ἐντολὰς τοῦ Θεοῦ μου. |
| 116 | Uphold me according to thy word, and I shall live: and let me not be confounded in my expectation. | Ἀντιλαβοῦ μου κατὰ τὸ λόγιόν σου, καὶ ζῆσόν με, καὶ μὴ καταισχύνῃς με ἀπὸ τῆς προσδοκίας μου. |
| 117 | Help me, and I shall be saved: and I will meditate always on thy justifications. | Βοήθησόν μοι, καὶ σωθήσομαι, καὶ μελετήσω ἐν τοῖς δικαιώμασί σου διαπαντός. |
| 118 | Thou hast despised all them that fall off from thy judgments; for their thought is unjust. | Ἐξουδένωσας πάντας τοὺς ἀποστατοῦντας ἀπὸ τῶν δικαιωμάτων σου, ὅτι ἄδικον τὸ ἐνθύμημα αὐτῶν. |
| 119 | I have accounted all the sinners of the earth prevaricators: therefore have I loved thy testimonies. | Παραβαίνοντας ἐλογισάμην πάντας τοὺς ἁμαρτωλοὺς τῆς γῆς, διὰ τοῦτο ἠγάπησα τὰ μαρτύριά σου. |
| 120 | Pierce thou my flesh with thy fear: for I am afraid of thy judgments. | Καθήλωσον ἐκ τοῦ φόβου σου τὰς σάρκας μου, ἀπὸ γὰρ τῶν κριμάτων σου ἐφοβήθην. |
| 121 | AIN. I have done judgment and justice: give me not up to them that slander me. | Ἐποίησα κρίμα καὶ δικαιοσύνην, μὴ παραδῷς με τοῖς ἀδικοῦσί με. |
| 122 | Uphold thy servant unto good: let not the proud calumniate me. | Ἔνδεξαι τὸν δοῦλόν σου εἰς ἀγαθὸν, μὴ συκοφαντησάτωσάν με ὑπερήφανοι. |
| 123 | My eyes have fainted after thy salvation: and for the word of thy justice. | Οἱ ὀφθαλμοί μου ἐξέλιπον εἰς τὸ σωτήριόν σου, καὶ εἰς τὸ λόγιον τῆς δικαιοσύνης σου. |
| 124 | Deal with thy servant according to thy mercy: and teach me thy justifications. | Ποίησον μετὰ τοῦ δούλου σου κατὰ τὸ ἔλεός σου, καὶ τὰ δικαιώματά σου δίδαξόν με. |
| 125 | I am thy servant: give me understanding that I may know thy testimonies. | Δοῦλός σου εἰμὶ ἐγὼ, συνέτισόν με καὶ γνώσομαι τὰ μαρτύριά σου. |
| 126 | It is time, O Lord, to do: they have dissipated thy law. | Καιρὸς τοῦ ποιῆσαι τῷ Κυρίῳ, διεσκέδασαν τὸν νόμον σου. |
| 127 | Therefore have I loved thy commandments above gold and the topaz. | Διὰ τοῦτο ἠγάπησα τὰς ἐντολάς σου ὑπὲρ χρυσίον καὶ τοπάζιον. |
| 128 | Therefore was I directed to all thy commandments: I have hated all wicked ways. | Διὰ τοῦτο πρὸς πάσας τὰς ἐντολάς σου κατωρθούμην, πᾶσαν ὁδὸν ἄδικον ἐμίσησα. |
| 129 | PHE. Thy testimonies are wonderful: therefore my soul hath sought them. | Θαυμαστὰ τὰ μαρτύριά σου, διὰ τοῦτο ἐξηρεύνησεν αὐτὰ ἡ ψυχή μου. |
| 130 | The declaration of thy words giveth light: and giveth understanding to little ones. | Ἡ δήλωσις τῶν λόγων σου φωτιεῖ καὶ συνετιεῖ νηπίους. |
| 131 | I opened my mouth and panted: because I longed for thy commandments. | Τὸ στόμα μου ἤνοιξα, καὶ εἵλκυσα πνεῦμα, ὅτι τὰς ἐντολάς σου ἐπεπόθουν. |
| 132 | Look thou upon me, and have mercy on me, according to the judgment of them that love thy name. | Ἐπίβλεψον ἐπʼ ἐμὲ καὶ ἐλέησόν με, κατὰ τὸ κρίμα τῶν ἀγαπώντων τὸ ὄνομά σου. |
| 133 | Direct my steps according to thy word: and let no iniquity have dominion over me. | Τὰ διαβήματά μου κατεύθυνον κατὰ τὸ λόγιόν σου, καὶ μὴ κατακυριευσάτω μου πᾶσα ἀνομία. |
| 134 | Redeem me from the calumnies of men: that I may keep thy commandments. | Λύτρωσαί με ἀπὸ συκοφαντίας ἀνθρώπων, καὶ φυλάξω τὰς ἐντολάς σου. |
| 135 | Make thy face to shine upon thy servant: and teach me thy justifications. | Τὸ πρόσωπόν σου ἐπίφανον ἐπὶ τὸν δοῦλόν σου, καὶ δίδαξόν με τὰ δικαιώματά σου. |
| 136 | My eyes have sent forth springs of water: because they have not kept thy law. | Διεξόδους ὑδάτων κατέβησαν οἱ ὀφθαλμοί μου, ἐπεὶ οὐκ ἐφύλαξα τὸν νόμον σου. |
| 137 | SADE. Thou art just, O Lord: and thy judgment is right. | Δίκαιος εἶ Κύριε, καὶ εὐθεῖς αἱ κρίσεις σου. |
| 138 | Thou hast commanded justice thy testimonies: and thy truth exceedingly. | Ἐνετείλω δικαιοσύνην τὰ μαρτύριά σου, καὶ ἀλήθειαν σφόδρα. |
| 139 | My zeal hath made me pine away: because my enemies forgot thy words. | Ἐξέτηξέ με ὁ ζῆλός σου, ὅτι ἐπελάθοντο τῶν λόγων σου οἱ ἐχθροί μου. |
| 140 | Thy word is exceedingly refined: and thy servant hath loved it. | Πεπυρωμένον τὸ λόγιόν σου σφόδρα, καὶ ὁ δοῦλός σου ἠγάπησεν αὐτό. |
| 141 | I am very young and despised; but I forgot not thy justifications. | Νεώτερος ἐγὼ εἰμι καὶ ἐξουδενωμένος, τὰ δικαιώματά σου οὐκ ἐπελαθόμην. |
| 142 | Thy justice is justice for ever: and thy law is the truth. | Ἡ δικαιοσύνη σου δικαιοσύνη εἰς τὸν αἰῶνα, καὶ ὁ νόυος σου ἀλήθεια. |
| 143 | Trouble and anguish have found me: thy commandments are my meditation. | Θλίψεις καὶ ἀνάγκαι εὕροσάν με, ἐντολαί σου μελέτη μου. |
| 144 | Thy testimonies are justice for ever: give me understanding, and I shall live. | Δικαιοσύνη τὰ μαρτύριά σου εἰς τὸν αἰῶνα· συνέτισόν με, καὶ ζήσομαι. |
| 145 | COPH. I cried with my whole heart, hear me, O Lord: I will seek thy justifications. | Ἐκέκραξα ἐν ὅλῃ καρδίᾳ μου, ἐπάκουσόν μου Κύριε, τὰ δικαιώματά σου ἐκζητήσω. |
| 146 | I cried unto thee, save me: that I may keep thy commandments. | Ἐκέκραξά σοι, σῶσόν με, καὶ φυλάξω τὰ μαρτύριά σου. |
| 147 | I prevented the dawning of the day, and cried: because in thy words I very much hoped. | Προέφθασα ἐν ἀωρίᾳ καὶ ἐκέκραξα, εἰς τοὺς λόγους σου ἐπήλπισα. |
| 148 | My eyes to thee have prevented the morning: that I might meditate on thy words. | Προέφθασαν οἱ ὀφθαλμοί μου πρὸς ὄρθρον, τοῦ μελετᾷν τὰ λόγιά σου. |
| 149 | Hear thou my voice, O Lord, according to thy mercy: and quicken me according to thy mercy. | Τῆς φωνῆς μου ἄκουσον Κύριε κατὰ τὸ ἔλεός σου, κατὰ τὸ κρίμα σου ζῆσόν με. |
| 150 | They that persecute me have drawn nigh to iniquity; but they are gone far off from the law. | Προσήγγισαν οἱ καταδιώκοντές με ἀνομίᾳ, ἀπὸ δὲ τοῦ νόμου σου ἐμακρύνθησαν. |
| 151 | Thou art near, O Lord: and all thy ways are truth. | Ἐγγὺς εἶ Κύριε, καὶ πᾶσαι αἱ ὁδοί σου ἀλήθεια. |
| 152 | I have known from the beginning concerning thy testimonies: that thou hast founded them for ever. | Κατʼ ἀρχὰς ἔγνων ἐκ τῶν μαρτυρίων σου, ὅτι εἰς τὸν αἰῶνα ἐθεμελίωσας αὐτά. |
| 153 | RES. See my humiliation and deliver me: for I have not forgotten the law. | Ἴδε τὴν ταπείνωσίν μου καὶ ἐξελοῦ με, ὅτι τοῦ νόμου σου οὐκ ἐπελαθόμην. |
| 154 | Judge my judgment and redeem me: quicken thou me for thy word’s sake. | Κρῖνον τὴν κρίσιν μου καὶ λύτρωσαί με, διὰ τὸν λόγον σου ζῆσόν με. |
| 155 | Salvation is far from sinners; because they have not sought thy justifications. | Μακρὰν ἀπὸ ἁμαρτωλῶν σωτηρία, ὅτι τὰ δικαιώματά σου οὐκ ἐξεζήτησαν. |
| 156 | Many, O Lord, are thy mercies: quicken me according to thy judgment. | Οἱ οἰκτιρμοί σου πολλοὶ Κύριε, κατὰ τὸ κρίμα σου ζῆσόν με. |
| 157 | Many are they that persecute me, and afflict me; but I have not declined from thy testimonies. | Πολλοὶ οἱ ἐκδιώκοντές με καὶ θλίβοντές με· ἐκ τῶν μαρτυρίων σου οὐκ ἐξέκλινα. |
| 158 | I beheld the transgressors, and I pined away; because they kept not thy word. | Εἶδον ἀσυνετοῦντας καὶ ἐξετηκόμην, ὅτι τὰ λόγιά σου οὐκ ἐφυλάξαντο. |
| 159 | Behold I have loved thy commandments, O Lord; quicken me thou in thy mercy. | Ἴδε ὅτι τὰς ἐντολάς σου ἠγάπησα Κύριε, ἐν τῷ ἐλέει σου ζῆσόν με. |
| 160 | The beginning of thy words is truth: all the judgments of thy justice are for ever. | Ἀρχὴ τῶν λόγων σου ἀλήθεια, καὶ εἰς τὸν αἰῶνα πάντα τὰ κρίματα τῆς δικαιοσύνης σου. |
| 161 | SIN. Princes have persecuted me without cause: and my heart hath been in awe of thy words. | Ἄρχοντες κατεδίωξάν με δωρεὰν, καὶ ἀπὸ τῶν λόγων σου ἐδειλίασεν ἡ καρδία μου. |
| 162 | I will rejoice at thy words, as one that hath found great spoil. | Ἀγαλλιάσομαι ἐγὼ ἐπὶ τὰ λόγιά σου, ὡς ὁ εὑρίσκων σκῦλα πολλά. |
| 163 | I have hated and abhorred iniquity; but I have loved thy law. | Ἀδικίαν ἐμίσησα καὶ ἐβδελυξάμην, τὸν δὲ νόμον σου ἠγάπησα. |
| 164 | Seven times a day I have given praise to thee, for the judgments of thy justice. | Ἑπτάκις τῆς ἡμέρας ᾔνεσά σε ἐπὶ τὰ κρίματα τῆς δικαιοσύνης σου. |
| 165 | Much peace have they that love thy law, and to them there is no stumbling block. | Εἰρήνη πολλὴ τοῖς ἀγαπῶσι τὸν νόμον σου, καὶ οὐκ ἔστιν αὐτοῖς σκάνδαλον. |
| 166 | I looked to thy salvation, O Lord: and I loved thy commandments. | Προσεδόκων τὸ σωτήριόν σου Κύριε, καὶ τὰς ἐντολάς σου ἠγάπησα. |
| 167 | My soul hath kept thy testimonies: and hath loved them exceedingly. | Ἐφύλαξεν ἡ ψυχή μου τὰ μαρτύριά σου, καὶ ἠγάπησεν αὐτὰ σφόδρα. |
| 168 | I have kept thy commandments and thy testimonies: because all my ways are in thy sight. | Ἐφύλαξα τὰς ἐντολάς σου καὶ τὰ μαρτύριά σου, ὅτι πᾶσαι αἱ ὁδοί μου ἐναντίον σου Κύριε. |
| 169 | TAU. Let my supplication, O Lord, come near in thy sight: give me understanding according to thy word. | Ἐγγυσάτω ἡ δέησίς μου ἐνώπιόν σου Κύριε, κατὰ τὸ λόγιόν σου συνέτισόν με. |
| 170 | Let my request come in before thee; deliver thou me according to thy word. | Εἰσέλθοι τὸ ἀξίωμά μου ἐνώπιόν σου Κύριε, κατὰ τὸ λόγιόν σου ῥῦσαί με. |
| 171 | My lips shall utter a hymn, when thou shalt teach me thy justifications. | Ἐξερεύξαιντο τὰ χείλη μου ὕμνον, ὅταν διδάξῃς με τὰ δικαιώματά σου. |
| 172 | My tongue shall pronounce thy word: because all thy commandments are justice. | Φθέγξαιτο ἡ γλῶσσά μου τὰ λόγιά σου, ὅτι πᾶσαι αἱ ἐντολαί σου δικαιοσύνη. |
| 173 | Let thy hand be with me to save me; for I have chosen thy precepts. | Γενέσθω ἡ χείρ σου τοῦ σῶσαί με, ὅτι τὰς ἐντολάς σου ᾑρετισάμην. |
| 174 | I have longed for thy salvation, O Lord; and thy law is my meditation. | Ἐπεπόθησα τὸ σωτήριόν σου Κύριε, καὶ ὁ νόμος σου μελέτη μου ἐστί. |
| 175 | My soul shall live and shall praise thee: and thy judgments shall help me. | Ζήσεται ἡ ψυχή μου καὶ αἰνέσει σε, καὶ τὰ κρίματά σου βοηθήσει μοι. |
| 176 | I have gone astray like a sheep that is lost: seek thy servant, because I have not forgotten thy commandments. | Ἐπλανήθην ὡς πρόβατον ἀπολωλὸς, ζήτησον τὸν δοῦλόν σου, ὅτι τὰς ἐντολάς σου οὐκ ἐπελαθόμην. |
