Comparison
Job 7
Douay-Rheims and Septuagint (Sixtine edition, 1587), verse by verse.
| Douay-Rheims | Septuagint (Sixtine edition, 1587) | |
|---|---|---|
| 1 | The life of man upon earth is a warfare, and his days are like the days of a hireling. | Πότερον οὐχὶ πειρατήριόν ἐστιν ὁ βίος ἀνθρώπου ἐπὶ τῆς γῆς; καὶ ὥσπερ μισθίου αὐθημερινοῦ ἡ ζωὴ αὐτοῦ; |
| 2 | As a servant longeth for the shade, as the hireling looketh for the end of his work; | Ἢ ὥσπερ θεράπων δεδοικὼς τὸν Κύριον αὐτοῦ, καὶ τετευχὼς σκιᾶς; ἢ ὥσπερ μισθωτὸς ἀναμένων τὸν μισθὸν αὐτοῦ; |
| 3 | So I also have had empty months, and have numbered to myself wearisome nights. | Οὕτως κᾀγὼ ὑπέμεινα μῆνας κενοὺς, νύκτες δὲ ὀδυνῶν δεδομέναι μοι εἰσίν. |
| 4 | If I lie down to sleep, I shall say: When shall arise? and again I shall look for the evening, and shall be filled with sorrows even till darkness. | Ἐὰν κοιμηθῶ, λέγω, πότε ἡμέρα; ὡς δʼ ἂν ἀναστῶ, πάλιν, πότε ἑσπέρα; πλήρης δὲ γίνομαι ὀδυνῶν ἀπὸ ἑσπέρας ἕως πρωΐ. |
| 5 | My flesh is clothed with rottenness and the filth of dust, my skin is withered and drawn together. | Φύρεται δέ μου τὸ σῶμα ἐν σαπρίᾳ σκωλήκων, τήκω δὲ βώλακας γῆς ἀπὸ ἰχῶρος ξύων. |
| 6 | My days have passed more swiftly than the web is cut by the weaver, and are consumed without any hope. | Ὁ δὲ βίος μου ἔστιν ἐλαφρότερος λαλιᾶς, ἀπόλωλε δὲ ἐν κενῇ ἐλπίδι. |
| 7 | Remember that my life is but wind, and my eyes shall not return to see good things. | Μνήσθητι οὖν ὅτι πνεῦμά μου ἡ ζωὴ, καὶ οὐκ ἔτι ἐπανελεύσεται ὀφθαλμός μου ἰδεῖν ἀγαθόν. |
| 8 | Nor shall the sight of man behold me: thy eyes are upon me, and I shall be no more. | Οὐ περιβλέψεταί με ὀφθαλμὸς ὁρῶντός με, οἱ ὀφθαλμοί σου ἐν ἐμοί, καὶ οὐκ ἔτι εἰμί· |
| 9 | As a cloud is consumed, and passeth away: so he that shall go down to hell shall not come up. | Ὥσπερ νέφος ἀποκαθαρθὲν ἀπʼ οὐρανοῦ· ἐὰν γὰρ ἄνθρωπος καταβῇ εἰς ᾅδην, οὐκ ἔτι μὴ ἀναβῇ, |
| 10 | Nor shall he return my more into his house, neither shall his place know him any more. | οὐδʼ οὐ μὴ ἐπιστρέψῃ εἰς τὸν ἴδιον οἶκον, οὐδʼ οὐ μὴ ἐπιγνῶ αὐτὸν ἔτι ὁ τόπος αὐτοῦ. |
| 11 | Wherefore I will not spare my month, I will speak in the affliction of my spirit: I will talk with the bitterness of my soul. | Ἀτὰρ οὖν οὐδὲ ἐγὼ φείσομαι τῷ στόματί μου, λαλήσω ἐν ἀνάγκῃ ὤν, ἀνοίξω πικρίαν ψυχῆς μου συνεχόμενος. |
| 12 | Am I a sea, or a whale, that thou hast enclosed me in a prison? | Πότερον θάλασσα εἰμὶ ἢ δράκων, ὅτι κατέταξας ἐπʼ ἐμὲ φυλακήν; |
| 13 | If I say: My bed shall comfort me, and I shall be relieved speaking with myself on my couch: | Εἴπα ὅτι παρακαλέσει με ἡ κλίνη μου, ἀνοίσω δὲ πρὸς ἐμαυτὸν ἰδίᾳ λόγον τῇ κοίτῃ μου. |
| 14 | Thou wilt frighten me with dreams and terrify me with visions. | Ἐκφοβεῖς με ἐνυπνίοις, καὶ ὁράμασί με καταπλήσσεις. |
| 15 | So that my soul rather chooseth hanging, and my bones death. | Ἀπαλλάξεις ἀπὸ πνεύματός μου τὴν ψυχήν μου, ἀπὸ δὲ θανάτου τὰ ὀστᾶ μου. |
| 16 | I have done with hope, I shall now live no longer: spare me, for my days are nothing. | Οὐ γὰρ εἰς τὸν αἰῶνα ζήσομαι, ἵνα μακροθυμήσω· ἀπόστα ἀπʼ ἐμοῦ, κενὸς γάρ μου ὁ βίος. |
| 17 | What is a man that thou shouldst magnify him? or why dost thou set thy heart upon him? | Τί γάρ ἐστιν ἄνθρωπος, ὅτι ἐμεγάλυνας αὐτόν; ἢ ὅτι προσέχεις τὸν νοῦν εἰς αὐτόν; |
| 18 | Thou visitest him early in the morning, and thou provest him suddenly. | Ἢ ἐπισκοπὴν αὐτοῦ ποιήσῃ ἕως τὸ πρωΐ; καὶ εἰς ἀνάπαυσιν αὐτὸν κρινεῖς; |
| 19 | How long wilt thou not spare me, nor suffer me to swallow down my spittle? | Ἕως τίνος οὐκ ἐᾷς με, οὐδὲ προΐῃ με, ἕως ἂν καταπίω τὸν πτύελόν μου; |
| 20 | I have sinned: what shall I do to thee, O keeper of men? why hast thou set me opposite to thee, and I am become burdensome to myself? | Εἰ ἐγὼ ἥμαρτον, τί δυνήσομαι πρᾶξαι, ὁ ἐπιστάμενος τὸν νοῦν τῶν ἀνθρώπων; διατί ἔθου με κατεντευκτήν σου, εἰμὶ δὲ ἐπὶ σοὶ φορτίον; |
| 21 | Why dost thou not remove my sin, and why dost thou not take away my iniquity? Behold now I shall sleep in the dust: and if thou seek me in the morning, I shall not be. | Διατί οὐκ ἐποιήσω τῆς ἀνομίας μου λήθην, καὶ καθαρισμὸν τῆς ἁμαρτίας μου; νυνὶ δὲ εἰς γῆν ἀπελεύσομαι, ὀρθρίζων δὲ οὐκ ἔτι εἰμί. |
