Comparison
Job 4
Douay-Rheims and Septuagint (Sixtine edition, 1587), verse by verse.
| Douay-Rheims | Septuagint (Sixtine edition, 1587) | |
|---|---|---|
| 1 | Then Eliphaz the Themanite answered, and said: | Ὑπολαβὼν δὲ Ἐλιφὰς ὁ Θαιμανίτης, λέγει, |
| 2 | If we begin to speak to thee, perhaps thou wilt take it ill, but who can withhold the words he hath conceived? | Μὴ πολλάκις σοι λελάληται ἐν κόπῳ; ἰσχὺν δὲ ῥημάτων σου τίς ὑποίσει; |
| 3 | Behold thou hast taught many, and thou hast strengthened the weary hands: | Εἰ γὰρ σὺ ἐνουθέτησας πολλοὺς, καὶ χεῖρας ἀσθενοῦς παρεκάλεσας, |
| 4 | Thy words have confirmed them that were staggering, and thou hast strengthened the trembling knees: | ἀσθενοῦντάς τε ἐξανέστησας ῥήμασι, γόνασί τε ἀδυνατοῦσι θάρσος περιέθηκας. |
| 5 | But now the scourge is come upon thee, and thou faintest: it hath touched thee, and thou art troubled. | Νῦν δὲ ἥκει ἐπὶ σὲ πόνος καὶ ἥψατό σου, σὺ ἐσπούδασας. |
| 6 | Where is thy fear, thy fortitude, thy patience, and the perfection of thy ways? | Πότερον οὐχ ὁ φόβος σου ἐστὶν ἐν ἀφροσύνῃ, καὶ ἡ ἐλπίς σου καὶ ἡ κακία τῆς ὁδοῦ σου; |
| 7 | Remember, I pray thee, who ever perished being innocent? or when were the just destroyed? | Μνήσθητι οὖν, τίς καθαρὸς ὢν ἀπώλετο, ἢ πότε ἀληθινοὶ ὁλόῤῥιζοι ἀπώλοντο; |
| 8 | On the contrary I have seen those who work iniquity, and sow sorrows, and reap them, | Καθʼ ὃν τρόπον εἶδον τοὺς ἀροτριῶντας τὰ ἄτοπα, οἱ δὲ σπείροντες αὐτὰ ὀδύνας θεριοῦσιν ἑαυτοῖς. |
| 9 | Perishing by the blast of God, and consumed by the spirit of his wrath. | Ἀπὸ προστάγματος Κυρίου ἀπολοῦνται, ἀπὸ δὲ πνεύματος ὀργῆς αὐτοῦ ἀφανισθήσονται. |
| 10 | The roaring of the lion, and the voice of the lioness, and the teeth of the whelps of lions are broken: | Σθένος λέοντος, φωνὴ δὲ λεαίνης, γαυρίαμα δὲ δρακόντων ἐσβέσθη. |
| 11 | The tiger hath perished for want of prey, and the young lions are scattered abroad. | Μυρμηκολέων ὤλετο παρὰ τὸ μὴ ἔχειν βορὰν, σκύμνοι δὲ λεόντων ἔλιπον ἀλλήλους. |
| 12 | Now there was a word spoken to me in private, and my ears by stealth as it were received the veins of its whisper. | Εἰ δέ τι ῥῆμα ἀληθινὸν ἐγεγόνει ἐν λόγοις σου, οὐθὲν ἄν σοι τούτων κακὸν ἀπήντησε· πότερον οὐ δέξεταί μου τὸ οὖς ἐξαίσια παρʼ αὐτοῦ; |
| 13 | In the horror of a vision by night, when deep sleep is wont to hold men, | Φόβῳ δὲ καὶ ἤχῳ νυκτερινῇ ἐπιπίπτων φόβος ἐπʼ ἀνθρώπους, |
| 14 | Fear seized upon me, and trembling, and all my bones were affrighted: | φρίκη μοι συνήντησεν καὶ τρόμος, καὶ μεγάλως μου τὰ ὀστᾶ διέσεισε, |
| 15 | And when a spirit passed before me, the hair of my flesh stood up. | καὶ πνεῦμα ἐπὶ πρόσωπόν μου ἐπῆλθεν, ἔφριξαν δέ μου τρίχες καὶ σάρκες. |
| 16 | There stood one whose countenance I knew not, an image before my eyes, and I heard the voice as it were of a gentle wind: | Ἀνέστην καὶ οὐκ ἐπέγνων, εἶδον καὶ οὐκ ἦν μορφὴ πρὸ ὀφθαλμῶν μου, ἀλλʼ ἢ αὖραν καὶ φωνὴν ἤκουον. |
| 17 | Shall man be justified in comparison of God, or shall a man be more pure than his maker? | Τί γάρ; μὴ καθαρὸς ἔσται βροτὸς ἐναντίον τοῦ Κυρίου; ἢ ἀπὸ τῶν ἔργων αὐτοῦ ἄμεμπτος ἀνήρ; |
| 18 | Behold they that serve him are not steadfast, and in his angels he found wickedness: | Εἰ κατὰ παίδων αὐτοῦ οὐ πιστεύει, κατὰ δὲ ἀγγέλων αὐτοῦ σκολιόν τι ἐπενόησε. |
| 19 | How much more shall they that dwell in houses of clay, who have an earthly foundation, be consumed as with the moth? | Τοὺς δὲ κατοικοῦντας οἰκίας πηλίνας, ἐξ ὧν καὶ αὐτοὶ ἐκ τοῦ αὐτοῦ πηλοῦ ἐσμεν, ἔπαισεν αὐτοὺς σητὸς τρόπον, |
| 20 | From morning till evening they shall be cut down: and because no one understandeth, they shall perish for ever. | καὶ ἀπὸ πρωΐθεν μέχρι ἑσπέρας οὐκ ἔτι εἰσὶ, παρὰ τὸ μὴ δύνασθαι αὐτοὺς ἑαυτοῖς βοηθῆσαι, ἀπώλοντο. |
| 21 | And they that shall be left, shall be taken away from them: they shall die, and not in wisdom. | Ἐνεφύσησε γὰρ αὐτοῖς καὶ ἐξηράνθησαν, ἀπώλοντο παρὰ τὸ μὴ ἔχειν αὐτοὺς σοφίαν. |
