Comparison
Job 3
Douay-Rheims and Septuagint (Sixtine edition, 1587), verse by verse.
| Douay-Rheims | Septuagint (Sixtine edition, 1587) | |
|---|---|---|
| 1 | After this Job opened his mouth, and cursed his day, | Μετὰ τοῦτο ἤνοιξεν Ἰὼβ τὸ στόμα αὐτοῦ, |
| 2 | And he said: | καὶ κατηράσατο τὴν ἡμέραν αὐτοῦ, λέγων, |
| 3 | Let the day perish wherein I was born, and the night in which it was said: A man child is conceived. | Ἀπόλοιτο ἡ ἡμέρα ἐν ᾗ ἐγεννήθην, καὶ ἡ νὺξ ἐκείνη ᾗ εἶπαν, Ἰδοὺ ἄρσεν. |
| 4 | Let that day be turned into darkness, let not God regard it from above, and let not the light shine upon it. | Ἡ νὺξ ἐκείνη εἴη σκότος, καὶ μὴ ἀναζητήσαι αὐτὴν ὁ Κύριος ἄνωθεν, μηδὲ ἔλθοι εἰς αὐτὴν φέγγος· |
| 5 | Let darkness, and the shadow of death cover it, let a mist overspread it, and let it be wrapped up in bitterness. | Ἐκλάβοι δὲ αὐτὴν σκότος καὶ σκιὰ θανάτου, ἐπέλθοι ἐπʼ αὐτὴν γνόφος· |
| 6 | Let a darksome whirlwind seize upon that night, let it not be counted in the days of the year, nor numbered in the months. | καταραθείη ἡ ἡμέρα καὶ ἡ νὺξ ἐκείνη, ἀπενέγκοιτο αὐτὴν σκότος· μὴ εἴη εἰς ἡμέρας ἐνιαυτοῦ, μηδὲ ἀριθμηθείη εἰς ἡμέρας μηνῶν. |
| 7 | Let that night be solitary, and not worthy of praise. | Ἀλλὰ ἡ νὺξ ἐκείνη εἴη ὀδύνη, καὶ μὴ ἔλθοι ἐπʼ αὐτὴν εὐφροσύνη, μηδὲ χαρμονή· |
| 8 | Let them curse it who curse the day. who are ready to raise up a leviathan: | Ἀλλὰ καταράσαιτο αὐτὴν ὁ καταρώμενος τὴν ἡμέραν ἐκείνην, ὁ μέλλων τὸ μέγα κῆτος χειρώσασθαι. |
| 9 | Let the stars be darkened with the mist thereof: let it expect light and not see it, nor the rising of the dawning of the day: | Σκοτωθείη τὰ ἄστρα τῆς νυκτὸς ἐκείνης· ὑπομείναι, καὶ εἰς φωτισμὸν μὴ ἔλθοι, καὶ μὴ ἴδοι Ἑωσφόρον ἀνατέλλοντα. |
| 10 | Because it shut not up the doors of the womb that bore me, nor took away evils from my eyes. | Ὅτι οὐ συνέκλεισε πύλας γαστρὸς μητρός μου, ἀπήλλαξε γὰρ ἂν πόνον ἀπὸ ὀφθαλμῶν μου. |
| 11 | Why did I not die in the womb, why did I not perish when I came out of the belly? | Διατί γὰρ ἐν κοιλίᾳ οὐκ ἐτελεύτησα; ἐκ γαστρὸς δὲ ἐξῆλθον, καὶ οὐκ εὐθὺς ἀπωλόμην; |
| 12 | Why received upon the knees? why suckled at the breasts? | Ἱνατί δὲ συνήντησάν μοι τὰ γόνατα; ἱνατί δὲ μαστοὺς ἐθήλασα; |
| 13 | For now I should have been asleep and still, and should have rest in my sleep. | νῦν ἂν κοιμηθεὶς ἡσύχασα, ὑπνώσας δὲ ἀνεπαυσάμην |
| 14 | With kings and consuls of the earth, who build themselves solitudes: | Νῦν ἂν κοιμηθεὶς ἡσύχασα, ὑπνώσας δὲ ἀνεπαυσάμην μετὰ βασιλέων βουλευτῶν γῆς οἳ ἐγαυριῶντο ἐπὶ ξίφεσιν, |
| 15 | Or with princes, that possess gold, and All their houses with silver: | ἢ μετὰ ἀρχόντων, ὧν πολὺς ὁ χρυσός, οἳ ἔπλησαν τοὺς οἴκους αὐτῶν ἀργυρίου· |
| 16 | Or as a hidden untimely birth I should not be, or as they that being conceived have not seen the light. | Ἢ ὥσπερ ἔκτρωμα ἐκπορευόμενον ἐκ μήτρας μητρὸς, ἢ ὥσπερ νήπιοι, οἳ οὐκ εἶδον φῶς· |
| 17 | There the wicked cease from tumult, and there the wearied in strength are at rest. | Ἐκεῖ ἀσεβεῖς ἐξέκαυσαν θυμὸν ὀργῆς, ἐκεῖ ἀνεπαύσαντο κατάκοποι τῷ σώματι. |
| 18 | And they sometime bound together without disquiet, have not heard the voice of the oppressor. | Ὁμοθυμαδὸν δὲ οἱ αἰώνιοι οὐκ ἤκουσαν φωνὴν φορολόγου. |
| 19 | The small and great are there, and the servant is free from his master. | Μικρὸς καὶ μέγας ἐκεῖ ἐστι, καὶ θεράπων δεδοικὼς τὸν κύριον αὐτοῦ. |
| 20 | Why is light given to him that is in misery, and life to them that are in bitterness of soul? | Ἱνατί γὰρ δέδοται τοῖς ἐν πικρίᾳ φῶς; ζωὴ δὲ ταῖς ἐν ὀδύναις ψυχαῖς, |
| 21 | That look for death, and it cometh not, as they that dig for a treasure: | οἳ ἱμείρονται τοῦ θανάτου, καὶ οὐ τυγχάνουσιν ἀνορύσσοντες ὥσπερ θησαυροὺς, |
| 22 | And they rejoice exceedingly when they have found the grave. | περιχαρεῖς δὲ ἐγένοντο ἐὰν κατατύχωσι; |
| 23 | To a man whose way is hidden, and God hath surrounded him with darkness? | Θάνατος ἀνδρὶ ἀνάπαυμα, συνέκλεισεν γὰρ ὁ Θεὸς κατʼ αὐτοῦ. |
| 24 | Before I eat I sigh: and as overflowing waters, so is my roaring: | Πρὸ γὰρ τῶν σίτων μου στεναγμὸς ἥκει, δακρύω δὲ ἐγὼ συνεχόμενος φόβῳ. |
| 25 | For the fear which I feared hath come upon me: and that which I was afraid of, hath befallen me. | Φόβος γὰρ ὃν ἐφρόντισα ἦλθέ μοι, καὶ ὃν ἐδεδοίκειν, συνήντησέν μοι. |
| 26 | Have I not dissembled? have I not kept silence? have I not been quiet? and indignation is come upon me. | Οὔτε εἰρήνευσα, οὔτε ἡσύχασα, οὔτε ἀνεπαυσάμην, ἦλθε δέ μοι ὀργή· |
